De anima contra Arianos
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-antiochiensis" aria-label="More works by Eustathius Antiochiensis">
—
⋯
Original / primary: Pg Scrape Grc
16.1
Σύμφωνα δὲ τούτοις διεξιὼν ὁ αὐτὸς Ἱερεμίας εἰσηγεῖται τὰς τοῦ Θεοῦ διακονούμενος φωνὰς, δι' ὧν δείκνυσιν, ὅτι μήτε τὰς τῶν δικαίων προσίεται πρεσβείας, εἰ βουληθεῖεν τῶν μιαιφόνων χάριν ἀξιῶσαι. Καὶ εἶπε Κύριος πρός με λέγων· Ἐὰν στῇ Μωϋσῆς καὶ Σαμουὴλ πρὸ προσώπου μου, οὐκ ἔστιν ἡ ψυχή μου πρὸς αὐτούς.