Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De anima contra Arianos
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-antiochiensis" aria-label="More works by Eustathius Antiochiensis"> —
⋯
More
Original / primary: Pg Scrape Grc
17.1
Εἰ δὲ διὰ τῆς τοῦ Χριστοῦ ἐπιφανείας εἰς τὸν παράδεισον τὸ τῶν ἀνθρώπων εἰσάγει γένος, ὁπηνίκα δὲ ἐσταυρώθη τὸν λῃστὴν αὐθήμερον εἰσάξειν αὐτόθι προηγόρευσεν τοῦ σώματος ἔτι βεβλημένου τῷ μνήματι, συνέστηκεν ὅτι συνδιαιτωμένη κυρίως ἡ ψυχὴ τοῦ Χριστοῦ τῷ Λόγῳ καὶ Θεῷ, τῷ πᾶσαν ὁμοῦ τὴν τῶν γενητῶν περιέχοντι κτίσιν, τὴν ὁμογενῆ τοῦ ἀνθρώπου ψυχὴν εἰς τὸν παράδεισον εἰσήγαγεν. Οὐδὲ γάρ ἐστι γεγραμμένον ὅτι πρὸ τῆς ἀναστάσεως τοῦ ἁγίου σώματος τὸ τοῦ λῃστοῦ προηγέρθη σῶμα τὴν ἐπαγγελίαν ἀπολαβόν. Ἀκόλουθον ἄρα ἐστὶν ὑπολαμβάνειν ἐμφρόνως ὅτι ἡ ψυχὴ τὴν συγγενῆ ψυχὴν ὁδηγοῦσα φιλοφρόνως, ἅτε δὴ καὶ μείζονος ἐξουσίας ἐχομένη, τὴν μὲν ὑπόσχεσιν αὐθήμερον ἐπὶ πέρας ἦγεν, εἰς δὲ τὴν ἐξαίρετον εἰσῆγε κληρονομίαν ἀνοίγουσα τὸν παράδεισον.

Intertext edge

Open linked passage

Note