Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De engastrimytho contra Origenem
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-antiochiensis" aria-label="More works by Eustathius Antiochiensis"> —
⋯
More
Original / primary: Pg Scrape Grc
12.1.1
Θεωρητέον δὲ πῶς αὐτὰ τὰ συνεκτικὰ παρεὶς ἐγκλήματα πλάττεται μὲν ὑποκρίσει δεικτικώτερα φθέγγεσθαι, μηδὲν δὲ προγνώσεως ἄξιον εἰπὼν ἐκεῖνα δευτεροῖ τετεχνασμένως, ὅσα περιὼν ὁ Σαμουὴλ ἔτι προὔλεγε συνενεχθῆναι τῷ Σαούλ, ἅπερ ὡς ἤδη γεγονότα προανεφώνει προφητεύων.
12.2.1
ἀλλὰ μὴν ὅ γε φήσας αὐτῷ «τί ἐπερωτᾷς με;» διαρρήδην ὁμολογεῖ ταῦτα καὶ πρότερον εἰρηκέναι· ταυτολογεῖ δὲ δή, τὰ πρῶτα διὰ τῶν ἔπειτα βεβαιῶν ἐπὶ προσχήματι γοωδῶς.
12.3.1
Ὠριγένης δὲ τοὐναντίον αὐτὰ τὰ πάλαι τῷ προφήτῃ προαναφωνηθέντα ῥήματα παραλαβὼν ἐπὶ λέξεως ὡς ἄρτια καὶ καινὰ προφητείας ἀποφθέγματα διορίζεται, διά τοι τοῦτο βούλεται τὸν Σαμουὴλ ἀνῆχθαι, καίτοι τῆς γραφῆς ἄντικρυς ἐλεγχούσης αὐτόν, ὥς γε συνομολογεῖ καὶ αὐτὸς ἐν μέρει τοπικῶς.
12.4.1
ἀλλὰ τί μετὰ ταῦτα προσετίθει πάλιν, ὁπηνίκα τῷ δυνάστῃ διελέγετο, τὸ φάσμα; «διαρρήξει κύριος τὴν βασιλείαν ἐκ χειρός σου καὶ δώσει αὐτὴν τῷ πλησίον σου τῷ Δαβίδ. διότι οὐκ ἤκουσας τῆς φωνῆς κυρίου καὶ οὐκ ἔπλησας θυμὸν ὀργῆς αὐτοῦ ἐν Ἀμαλήκ, διὰ τὸ ῥῆμα τοῦτο ἐποίησεν κύριος τοῦτό σοι τῇ ἡμέρᾳ ταύτῃ καὶ δώσει κύριος τὸν Ἰσραὴλ μετὰ σοῦ εἰς χεῖρας ἀλλοφύλων».
12.5.1
εἰ δέ τις ἀκριβῶσαι βούλοιτο τὸ σαφές, ἐπανίτω μὲν ἐπὶ τὴν τοῦ γράμματος ἱστορίαν ὀλίγῳ πρόσθεν ἀναδραμών, αὐτὸ δὲ τὸ χωρίον ἀναπτύξας, ἔνθα τὸν Ἀμαλὴκ ἡττήσας ἐσφετερίσατο τὰ κράτιστα τῶν σκύλων καὶ τὰς ἐκ τούτων ᾤετο δεῖν ἀναφέρειν ὁλοκαυτώσεις ὡς ἀπαρχάς.
12.6.1
ἀκριβολογίᾳ δὲ τρανοτέρᾳ ζητῶν ἐπιστημόνως εὑρήσειεν ἂν ὡς ἅπαντα τὰ ῥήματα ταῦτα κατ' ἐκεῖνο καιροῦ προεῖπεν ἐπὶ λέξεως ὁ Σαμουήλ· ἔφη γὰρ ὅτι καὶ διέρρηξεν κύριος ἐκ χειρὸς αὐτοῦ τὴν βασιλείαν, ὁπότε καὶ τὸ τοῦ διπλοϊδίου πτερύγιον ἐπιλαβόμενος ὁ δυνάστης20 ἐδίχασε.
12.7.1
προὔλεγε δ' αὐτῷ πρὸς ἐπὶ τούτοις μὲν ὡς ἤμελλεν ἡ βασιλεία δοθήσεσθαι τῷ πλησίον αὐτοῦ τῷ μᾶλλον ὑπὲρ αὐτὸν ἀγαθῷ. προὐφήτευε δὲ καὶ τίνα τρόπον ἔδει τὸν Ἰσραὴλ ἕνεκα τούτου διασχισθήσεσθαι καὶ μηκέτι ἐπιστρέψαι. ταῦτα δὲ φήσας ὁμοῦ τοῖς ἔργοις ἐβεβαίου τὰ λεκτέα· μετ' οὐ πολὺ γὰρ ἐκ θείας ἀποσταλεὶς ἐπικρίσεως ἔχρισε βασιλέα τὸν Δαβίδ.
12.8.1
ἆρ' οὖν οὐδὲν ἀπήγγελλεν ξένον ὁ διὰ τῆς ἐγγαστριμύθου λεγόμενος ἀνῆχθαι, τὰ δὲ ὑπὸ τοῦ Σαμουὴλ εἰρημένα πρότερον ὡς ἴδια μὲν ἐσχημάτιζε προσωποποιῶν ἀπάτῃ, πιθανῇ δὲ τεχνοποιίᾳ ταυτολογῶν ὑπεκρίνατο δὴ προφητικῶς ὁμιλεῖν.
12.9.1
ἀλλ' ὥσπερ ἀγύρται μάντεις ἐπὶ πλουσίων ἰέναι θύρας ἐπειγόμενοι τὰ μὲν ἤδη παροδεύσαντα τοῦ βίου πράγματα πολυπευστοῦντες ἀνιχνεύουσι λεληθότως, αὐτὰ δὲ τὰ πρὸ πολλοῦ γεγονότα λέγειν αὐτοσχεδίως ὑπονοούμενοι παραχρῆμα μὲν ἐκπλήττουσι τοὺς αὐτηκόους, εἰς εὐήθη δὲ πίστιν αὐτοὺς ὑπαγόμενοι περὶ τῶν μελλόντων ἅπερ ἐθέλουσι20 πλάττουσιν, οὕτως ἄρα καὶ τὸ τῆς ἐγγαστριμύθου φάσμα μεταμορφούμενον αὐτὰ μὲν ἐξηγόρευε τὰ προφητικὰ τοῦ Σαμουὴλ ἀποφθέγματα, τῷ δὲ δοκεῖν ᾤετο προφητεύειν οὐδὲν ἐπιστάμενον, ἀλλὰ τὰ μὲν ἀλλότρια προὔταττεν ὡς ἴδια καὶ κατέπληττε τὸν ἀλάστορα, διὰ δὲ τούτων εὐχερῶς ὑπεσύλα καὶ τὸν νοῦν ἔκλεπτεν ἐκείνου.
12.10.1
τί οὖν ἄλλο μετὰ ταῦτα προσετίθει; «καὶ σὺ» φησὶν «αὔριον καὶ ὁ υἱός σου Ἰωνάθαν μετ' ἐμοῦ, καὶ τὴν παρεμβολὴν Ἰσραὴλ δώσει κύριος εἰς τὰς χεῖρας ἀλλοφύλων». ἀλλὰ ταῦτα μὲν ἐῴκει λέγειν ὁ δαίμων ὡς ἴδια.

Intertext edge

Open linked passage

Note