Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De engastrimytho contra Origenem
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-antiochiensis" aria-label="More works by Eustathius Antiochiensis"> —
⋯
More
Original / primary: Pg Scrape Grc
15.1.1
Ἀλλ' οὐ διανοητέον ὅπως αἰσχροῦ μὲν ἕνεκα κέρδους ἀθετεῖ τὸ θεῖον ἐπίταγμα, δαίμονι δὲ πληγεὶς ἀνιάτως ἐλαύνεται βασκανίᾳ, τὸν ἁγιοπρεπῆ διώκει Δαβὶδ οὐδενὶ κόσμῳ πρέποντι, καίτοι ψαλμῳδίᾳ προφητικῇ τὴν ἀγριότητα τοῦ ἐμβακχεύοντος ἐν αὐτῷ δαίμονος ἡμεροῦντα, 15. 2 τοὺς ἱερεῖς ἀποσφάττει τοῦ κυρίου τριακοσίους ὄντας πρὸς τοῖς πεντήκοντα τὸν ἀριθμόν, ἀφίσταται τοῦ θεοῦ μαντευόμενος ἀσεβῶς; εἰ δὲ ταῦτα καὶ τὰ τούτοις ἀδελφὰ διεπράξατο, πῶς οἷόν τε νομίζειν ὅτι μετὰ τοῦ θαυμασιουργοῦ κατέληξε Σαμουήλ, ὃς ἐν ὥρᾳ θέρους ὑετὸν ἠξίωσε γενέσθαι, καὶ παρ' αὐτὸ κατεσκεδάσθη πλῆθος ἀμέτρητον ὑδάτων;
15.3.1
εἰ δὲ οὐκ ἔστιν εἰπεῖν ὅτι Σαούλ ἐστιν μετὰ τοῦ Σαμουήλ, ἐψεύσατο μὲν ὁ λέγων αὐτῷ· «αὔριον ἔσῃ σὺ μετ' ἐμοῦ». τοιγαροῦν εἰ ψεύστης ὁ ταῦτα εἰρηκὼς ὑπάρχει, πρόδηλον ὡς οὐκ ἔστιν ὁ Σαμουὴλ οὗτος· οὐ γὰρ ἂν οὕτως ἀφρόνως ὁ τοῦ κυρίου ψεύσαιτο προφήτης, ὥστε τὰ τοιαῦτα δίχα διαπτυσσόμενα ῥήματα γυμνὸν ὑποδεικνύει τὸν20 πολυπρόσωπον ἐνδοτάτω θῆρα κρυπτόμενον.
15.4.1
αὐτὸς γοῦν ἐστιν ὁ κατασπάσας εἰς τοῦ ταρτάρου χάσμα καὶ τὸν ἐμμανῆ Σαούλ· ὅθεν οἰκείως αὐτῷ προσεφθέγγετο κρατήσας· «αὔριον ἔσῃ μετ' ἐμοῦ».
15.5.1
διττῷ δὲ συστῆσαι τρόπῳ πειρώμενος ὡς οὐδέποτε δίκαιος ἀδίκου διαφέρει, καὶ τὸν Ἰωνάθαν ἅμα τῷ πατρὶ τὸν αὐτὸν ἐκείνῳ κλῆρον ἀπενέγκασθαι συνωμολόγει, καίτοι μὴ συνενεχθέντα τῇ τούτου ὠμότητι.
15.6.1
τίς δὲ τῶν ὄντων ὑποκρίνεται μὴ νοεῖν ὅτι κράτιστα βιώσας ὁ τοῦ προφήτου Δαβὶδ ἐραστής, ἀλλὰ μὴ διῶξαι δίκαιον ἀδίκως ἐγχειρήσας, οὐ τὴν αὐτὴν ἀποφέρεται τῷ διώξαντι μισθοφορίαν;
15.7.1
οὐ γὰρ ἀποθανεῖται, τὸ ξύμπαν εἰπεῖν, υἱὸς ὑπὲρ ἀδίκου πατρός. ἀλλὰ μὴν ἐλέγχεταί γε καὶ διὰ τοῦδε τοῦ μηνύματος ὁ ψευδορράφος.

Intertext edge

Open linked passage

Note