De engastrimytho contra Origenem
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-antiochiensis" aria-label="More works by Eustathius Antiochiensis">
—
⋯
Original / primary: Pg Scrape Grc
16.1.1
Ἀπαραλείπτῳ δὲ τάξεως ἀκολουθίᾳ προσθεὶς ἔφησεν ὁ συγγραφεὺς ὅτι «καὶ ἔσπευσε Σαοὺλ καὶ ἔπεσεν ἑστηκὼς ἐπὶ τὴν γῆν καὶ ἐφοβήθη σφόδρα» λέγων «ἀπὸ τῶν λόγων Σαμουήλ».
16.2.1
ἐκείνους γὰρ οἶδε τοῦ Σαμουὴλ εἶναι τοὺς λόγους, οὓς προεφήτευσε μὲν αὐτῷ σώματι καὶ γλώττῃ παρών, τὸ δὲ φάσμα τούτους ἀνελέξατο τοὺς λόγους καὶ προὔφερεν ὡς ἰδίους· ὧν ὁ δυνάστης ὑπομνησθείς, καὶ τὰ τοῦ πολέμου σύμβολα θεωρῶν ἄντικρυς ἱδρυμένα, περιδεὴς ἐγεγόνει, τὸ πέρας αὐτῶν ἐννοῶν.
16.3.1
ἀλλ' Ὠριγένης ἑαυτῷ δόγματα πλάττων, εἰδὼς ὅτι πλεῖστοι μὲν ὅσοι τυγχάνουσιν οἱ ταῦτα ψηφιζόμενοι, πρὸς δὲ τοὺς ἀντιλέγοντας αὐτῷ διαλεγόμενος, οὐκ ἐσπούδασε μετὰ τῆς ὀφειλομένης εὐλαβείας ἀκριβῶσαι τὸ δέον· ἀλλά γε τὸ τῆς ἐγγαστριμύθου δρᾶμα πάντων ἅπτεσθαι προλέγων καὶ τὴν ἀλήθειαν εἰς τὴν ἐξέτασιν ἀναγκαίαν ἐπικαλούμενος, αὐτῇ τῇ ἀληθείᾳ μάχεται προφανῶς.
16.4.1
εἶτα τοῦ Σαμουὴλ ἐγκώμια διεξιών, ὅσα περὶ αὐτοῦ διαλαλοῦσιν αἱ θεῖαι γραφαί, τηνικαῦτα πάλιν ὑπὸ τὴν τοῦ δαίμονος ἐξουσίαν ἀποφαίνων αὐτὸν αὐτοῖς ῥήμασι καὶ αὐταῖς ἐπέφραζε συλλαβαῖς· «ἆρ' οὖν ὁ τηλικοῦτος ὑπὸ τὴν γῆν ἦν καὶ ἀνήγαγεν αὐτὸν ἡ ἐγγαστρίμυθος, ἐξουσίαν ἔχει δαιμόνιον ψυχῆς προφητικῆς;»
16.5.1
ἀλλὰ ταῦτα μὲν ὡς ἐπαπορῶν ἢ τάχα ἴσως ἐρόμενος ὑπονοεῖται λέγειν ἐνίοτε παρά τισιν· ἵνα δὲ διὰ τῶν ἔπειτα συστήσειεν ἐπιλόγων ὅτι ταῦτα οὕτως ἔχει, λευκοτέρᾳ προσετίθει φράσει «τί εἴπω;» κεκραγὼς «ἐγγέγραπται ταῦτα·» φησὶν «ἀληθῆ ἐστιν ἢ οὐκ ἔστιν ἀληθῆ;
16.6.1
τὸ μὲν μὴ εἶναι ἀληθῆ λέγειν εἰς ἀπιστίαν προτρέπει (χωρήσει ἐπὶ κεφαλὰς– φάμενος– τῶν λεγόντων), τὸ δὲ εἶναι ἀληθῆ ζήτησιν καὶ ἐπαπόρησιν ἡμῖν παρέχει».
16.7.1
μετὰ δὲ τοῦτο πάλιν βεβαιῶν ἀνεπισκέπτως ἅπερ εἰσαγγέλλει, καὶ τὰς τῶν ἀντιδοξούντων αὐτῷ γνώμας ἐκτιθέμενος ἐπιφέρει· «καὶ μὴν ἴσμεν τινὰς τῶν ἡμετέρων ἀδελφῶν ἀντιβλέψαντας τῇ γραφῇ καὶ λέγοντας· οὐ πιστεύω τῇ ἐγγαστριμύθῳ, λέγει ἡ ἐγγαστρίμυθος ἑορακέναι τὸν Σαμουήλ, ψεύδεται» καὶ πολλά γε πρὸς ἐπὶ τούτοις ἕτερα.
16.8.1
διὰ δὲ τούτων ἀπαρακαλύπτως ἐπιτιμᾷ τοῖς ἀποφαίνουσι ψευδῆ τὰ τῆς ἐγγαστριμύθου μαντεύματα, καὶ καταρώμενος ἐπὶ κεφαλὰς ἀναφέρει τῶν ἀπιστούντων αὐτῇ. ῥᾷστα μέντοι πεῖσαι τοὺς εὐχερεῖς ἐθέλων αὐτῇ περιάπτει τῇ γραφῇ τὸ διήγημα, «γέγραπται ταῦτα» λέγων «ἢ οὐ γέγραπται;» 16. 9 συλλογιστικῇ δὲ δεινότητι χρώμενος ἐπάγει δευτερῶν «ἀληθῆ ταῦτά ἐστιν ἢ οὐκ ἔστιν ἀληθῆ;», καίτοι τὸ μὲν οὐκ ἀνῆχθαι τὴν τοῦ προφήτου ψυχὴν «ἐπαπόρησιν ἡμῖν– ἔφη– παρέχει καὶ ζήτησιν». αὐτὸ δὲ τὸ τὰ τοιαῦτα διδόναι τῷ δαίμονι πόσης ἀσεβείας ἐστὶ μεστόν, οὐκέτι λέγει ζητῶν οὐδὲ προσέχει τὸν νοῦν ἀκράτῳ πληγεὶς ἀσυνεσίᾳ.
16.10.1
θεῷ γὰρ ὑπάρχει μόνῳ τοιαύτῃ ἐξουσίᾳ ἐπιτάσσειν, ὥστε ψυχὰς ἐξ ᾅδου μεταπέμπεσθαι καὶ καλεῖν. ἀνθυπενεκτέον οὖν ἐνταῦθα πάλιν· ἐν μὲν ταῖς ἱεραῖς ἀνείληπται ταῦτα γραφαῖς, οὐ μὴν ἐξ ἰδίου προσώπου τὸ τοιοῦτο διαπεπρᾶχθαι γράμμα προὔλεγεν ὁ συγγραφεύς· οὐ γὰρ ἂν ἐκκλησίαζεν ἡ βίβλος, ἐναντία ταῖς προφητικαῖς ἀντιβοῶσα φωναῖς, ὥς γε καὶ πρόσθεν ἐδείξαμεν καὶ μικρὸν ὕστερον ἐροῦμεν.
16.11.1
ἀλλὰ δὴ τὰ τῆς ἐγγαστριμύθου διεχάραττε ῥήματα καὶ τὴν ἐμμανῆ τοῦ δυνάστου γνῶσιν ἔργοις ἀγνωσίας ἀποδεδειγμένην ἀνάπλεον· εἰ γὰρ οὕτως ἁρμόσει ταῖς ἁγίαις ἐπισκῆψαι γραφαῖς, οὐκοῦν, ἐπειδή φασιν ὅτι καὶ θεὸν ἄντικρυς ὁ διάβολος ἑαυτὸν ἀναγορεύει, παρὰ τοῦτο δεήσει πιστεύειν αὐτῷ, τῇ διηγηματικῇ τοῦ γράμματος ἐκδοχῇ τὸ πᾶν ἀνατιθέντας, ὡς Ὠριγένης εἰσηγεῖται;
16.12.1
καὶ τοῦτο γὰρ εἰς αὐτὰς ἀναγέγραπται τὰς γραφάς. ἢ αὖ πάλιν, ἐπειδὰν ὑπερηφανίᾳ χρώμενος ἀμέτρῳ πᾶσαν ὁμοῦ τὴν τοῦδε τοῦ κόσμου περιγραφὴν ἤτοι καὶ τὰς βασιλείας αὐτῆς ἰδίας εἶναι λέγοι, παρὰ τοῦτο φαίη τις ἂν ὡς ἄρα προσήκει νοεῖν ὅτι δημιουργὸς αὐτός ἐστιν ἁπάντων;
16.13.1
οὐ μὲν οὖν, εἴποι τις ἄν' ἡ γάρ τοι διηγηματικὴ διεχάραξε φωνὴ τὰς ἐκείνου μεγαληγορίας, οὐ μὴν ἀληθεῖς ἀποφαίνει αὐτάς, οὐδ' ἔστι τοῦτο δεῖξαι δυνάμενος οὐδεὶς οὐδαμῶς. ἀλλὰ μυρία μὲν ἔστι τοιαῦτα πρὸς ἐπὶ τούτοις ἰδεῖν, οὐχ οἷόν τε δὲ πάντα παράγειν, ἵνα μὴ μακρηγορίᾳ δόξωμεν ἐκκρούεσθαι τοῦ ζητήματος.