Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De engastrimytho contra Origenem
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-antiochiensis" aria-label="More works by Eustathius Antiochiensis"> —
⋯
More
Original / primary: Pg Scrape Grc
17.1.1
Ὡς οὖν ἐδόκει τοῖς ὀρθότατα φρονοῦσιν οὐ μετρίως ἐπιτιμᾶν, αὖθις ὑπεκκλέψας ἐπ' ἄλλην20 ἀπεπήδησεν ἔννοιαν, ἐδεινοποίει δὲ δημαγωγῶν ὅτι φάσκουσι πρὸς τοῖς ἄλλοις ὡς εἴη φρικῶδες ὑπολαβεῖν ἐν ᾅδου γεγονέναι τὸν εὐκλεῆ Σαμουήλ, ὃς ἐκκρίτῳ20 προφητείας ἀξίᾳ τετίμηται.
17.2.1
τοῦτο μὲν οὖν ἄνω καὶ κάτω ταυτολογεῖ20 γραωδῶς, ἐξ ἄλλων εἰς ἄλλα20 μεταχειρίζεσθαι τοὺς αὐτηκόους ἀπάτῃ τεχνώμενος. ἡμεῖς δὲ περὶ τούτων οὐ διαφερόμεθα, περὶ ὧν ἅπασιν συνομολογητέα καθέστηκεν, ἀλλ' ὧν ἕνεκα κυρίως ἀμφισβητεῖν ἐγνώκαμεν· οὐ γὰρ εἰ Σαμουὴλ γέγονεν ζητητέον, ἀλλ' εἰ τοιαύτην ἔχει δαίμων ἐξουσίαν, ὥστε δικαίων ἀνακαλεῖσθαι ψυχὰς ἐξ ᾅδου καὶ πάλιν20 ἀποπέμπειν.
17.3.1
ἐπεὶ τοίνυν ἐπ' αὐτοφώρῳ ληφθεὶς ἑάλω βλασφημίας ἐπαντλῶν αἰκίᾳ τὰς τῶν ἀκροατῶν ἀκοάς, ἀπατηλῇ μὲν ὑπεκκλίνει τέχνῃ, καταφεύγει δὲ δῆθεν ἐπὶ τὸ τοῦ Χριστοῦ πρόσωπον, ἵν' ἀντεξετάσας αὐτὸ τοῖς ἁγίοις ἀνδράσιν ἀποδείξειεν ὅτι καὶ αὐτὸς εἰς ᾅδου κατῆλθεν ὁ Χριστὸς ὁμοῦ τοῖς ἄλλοις ἅπασιν.
17.4.1
ἀλλὰ γὰρ ὡς ἀπεδείκνυε τοῦτο καὶ δὴ καὶ κατ' ἄνδρα παραινῶν ἐπεφθέγγετο, «τί φοβῇ» λέγων «εἰπεῖν ὅτι πᾶς χρῄζει τόπος» αὐτοῦ τε «τοῦ Χριστοῦ καὶ τῶν προφητῶν;», ὀλίγα ἄττα διὰ μέσου τάττων ἄλλην ἐπιπλέκει δυσφημίαν, ἐκφαίνων ὅτι καὶ κάτω τυγχάνων ὁ Χριστὸς «ἵν' οὕτως εἴπω» φησὶν «ἐν τῷ κάτω τόπῳ ὤν, τῇ προαιρέσει ἄω ἦν.» 17. 5 ὡς περὶ ἀνθρώπου δὲ μόνου προσομιλῶν ἀλλ' οὐκέτι καὶ τῆς θείας αὐτοῦ στοχαζόμενος φύσεως, ἐν τοῖς κατωτάτω μὲν αὐτὸν ἔφασκεν ἀφῖχθαι, προαιρέσει δὲ δήπουθεν ἄνω βεβηκέναι, καθάπερ οὖν ἀμέλει καὶ τοὺς ἄλλους ἀνθρώπους.
17.6.1
«οὕτω» γὰρ ἔφη «καὶ οἱ προφῆται καὶ Σαμουήλ, κἂν καταβῶσιν ὅπου αἱ ψυχαὶ» φησὶν «αἱ κάτω, ἐν τῷ κάτω μὲν δύνανται εἶναι τόπῳ, οὐ κάτω δέ εἰσι τῇ προαιρέσει». κουφολογίᾳ δὲ δὴ περιηχήσας ἀπειροπληθεῖ τὸν κόσμον, οὐδὲ τοῦτο ξυνίησιν ὅτι πᾶς ὁστισοῦν ἀνθρώπων, εἰ καὶ σφόδρα σχέτλιός ἐστιν, ἐν ᾅδου κατελθὼν ἄων τῇ προαιρέσει καθέστηκεν.
17.7.1
οὐδεὶς γοῦν ἂν εἴη γε δικαίων οὐδ' ἀδίκων, ὃς οὐ γλίχεται τῶν ἀνωτάτω μὲν ἑκάστοτε διατριβῶν ἔχεσθαι, τῶν δὲ καταχθονίων ἀπηλλάχθαι τόπων. εἰ τοίνυν ἅπαντες ὁμοῦ οἱ20 καταχθέντες εἰς ᾅδου τῶν ἄνω φορῶν ἐρῶσι προαιρέσει, κἂν οὐ πάνυ δικαίου τινὲς ἐπεμελήσαντο βίου, ποταπὸν ἀξίωμα τοῦ προφητικοῦ διεσάφει χοροῦ;
17.8.1
τί δὲ τὸ περιττὸν ἀπήγγελλε τοῦ κυρίου, πᾶσιν ὅμοιον ἀποφαίνων αὐτόν; ἀλλ' οὕτως ἀμαθῶς ἐξήχησε τὴν φωνήν, οὐκ ἐννοήσας ὅτι θεὸς ὢν ὁ λόγος, οὐ προαιρέσει μᾶλλον, ἀλλ' ἀρετῇ τῆς θεότητος ἁπανταχοῦ πάρεστιν20 ἀθρόως.
17.9.1
εἰ δὲ καὶ τὰ μάλιστα τὸν ἔκκριτον ἑαυτοῦ ναὸν ἐπέτρεψε λυθῆναι, τριήμερον μὲν αὐτίκα πάλιν ἀνήγειρε καινοπρεπῶς, ἡ δὲ ψυχὴ τοῦδε τοῦ ἀνθρωπείου σκηνώματος εἰς τὰ κατώτατα κατελθοῦσα μέρη τῆς γῆς, ἀνεπέτασε τὰς ἐκεῖσε πύλας ἀθρόᾳ ῥοπῇ καὶ τὰς αὐτόθι καθειργμένας ἀνῆκε ψυχάς· 17. 10 οὕτω δὲ θεσπεσίᾳ κεκραταίωται δυνάμει διὰ τὴν τοῦ θεοῦ καὶ λόγου συνουσίαν, ὥστε καὶ παντέφορον ἔχειν ἐξουσίαν.

Intertext edge

Open linked passage

Note