Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De engastrimytho contra Origenem
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-antiochiensis" aria-label="More works by Eustathius Antiochiensis"> —
⋯
More
Original / primary: Pg Scrape Grc
1.1
De engastrimytho contra Origenem ΤΟΥ ΑΓΙΟΥ ΕΥΣΤΑΘΙΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΝΤΙΟΧΕΙΑΣ ΚΑΤΑ ΩΡΙΓΕΝΟΥΣ ΔΙΑΓΝΩΣΤΙΚΟΣ ΕΙΣ ΤΟ ΤΗΣ ΕΓΓΑΣΤΡΙΜΥΘΟΥ ΘΕΩΡΗΜΑ}
1.1.1
Ἀεὶ μὲν ἄγαμαι τὸν ἀξιοφανῆ τῆς ἐνθέου πολιτείας σου ζῆλον, ὦ διαπρεπέστατε τῆς ὀρθοδοξίας ἱεροκήρυξ Εὐτρόπιε· τὸ δὲ τῆς εὐσεβείας σου γνώρισμα πολλαχῶς ἐκπληττόμενος, οὐχ ἥκιστα καὶ περὶ τόδε μάλιστα τεθαύμακα τὸ μέρος, ὅτι σαφῶς ἀκριβῶσαι βούλῃ πῶς ἂν ἔχοιμι γνώμης ἕνεκα τῆς ἐγγαστριμύθου τῆς ἐν τῇ πρώτῃ τῶν Βασιλειῶν ἱστορουμένης· 1. 2 οὐ γὰρ ἀρέσκεσθαι φὴς οἷς ἐξέδωκεν Ὠριγένης εἰς τήνδε τὴν ὑπόθεσιν. οὐ μὴν ἀλλ' ἔγωγε καὶ ἄλλους εὗ οἶδ' ὅτι μεμφομένους οὐκ ὀλίγους ἐφ' οἷς ὡρίσατο προχείρως, ἀλλὰ συχνοὶ μέν εἰσιν οἱ δακνόμενοι τὰς ψυχάς, ἀσχάλλοντες οὐ μετρίως· 1. 3 ἔσθ' ὅτε δέ τινες οἷς ἔγραψεν ἐκεῖνος ὑπάγονται, τῇ προλαβούσῃ δοξοκοπίᾳ ῥᾷον ἀνατιθέμενοι, καὶ τοῖς ὀνόμασι μᾶλλον, ἀλλ' οὐ τοῖς πράγμασι προσέχοντες ὡς δέον.
1.4.1
ἵν' οὖν μὴ δόξαιμι κατ' ἐμαυτὸν ἀγῶνα δικανικὸν εἰσάγειν, οὐκ ἀνοίκειον ἡγοῦμαι πᾶσαν μὲν ὁμοῦ συζεῦξαι τὴν ἐξήγησιν αὐτοῦ τῇδε τοῦ γράμματος ὑπαγορίᾳ, δι' ἑκατέρου δὲ τρανῶσαι τὸ σαφές, ὡς ἂν μήτε τινὲς οἴοιντο συκοφαντεῖν ἡμᾶς τοὺς ὁπωσδήποτε δοξάσαι προαχθέντας, μήτ' αὖ πάλιν ἀμφηρίστους εἶναι τὰς δόξας ἑκατέρων· 1. 5 οἷόν τε γὰρ ἐκ τῆς παραλλήλου συγκρίσεως ἀντεξετάζειν μὲν ὅπως ἔχῃ δόξης ἑκάτερα τὰ μέρη, τὴν ἀμείνονα δὲ γνώμην ἐξ ἀμφοῖν αἱρεῖσθαι τοὺς φιλολόγους.
1.6.1
οὔτε γοῦν ἵππος ἀγωνιστὴς εἷναι κρίνεται δόκιμος, ἑαυτῷ τρέχων εὐσκελῶς, οὐδ' εἰ σφόδρα κοῦφος ὢν ὥσπερ ὑποπτέρους ἐπιδείκνυται κινήσεις, οὔτ' αὖ τις ἀθλητῶν ὠκύτατα τρέχειν ἐν σταδίῳ δυνάμενος οὔτε ἄλλος οὐδείς, οὔτε παλαίων ὑγρῶς, οὔτε τραχύτατα παγκρατιάζων ἢ πυγμαχῶν, ἢ τὸν ἀέρα δέρων ἐωροκοπίαις ὑποκένοις· 1. 7 ἀλλὰ συσταδὸν ἁρμόττει τὰ μαχόμενα τοῖς ἐναντίοις ἀντιστατεῖν, ἵν' ἐξ ἑνὸς ὁποτέρου διαγινώσκηται τὸ προὖχον. ὥστε τὰ μὲν Ὠριγένεια προτακτέον ἐν πρώτοις, ἰδίᾳ δὲ τάξει καὶ τὸν ἀντιπίπτοντα νοῦν ἐκείνοις ἐξετάσαι σπουδαστέον.

Intertext edge

Open linked passage

Note