Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De engastrimytho contra Origenem
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-antiochiensis" aria-label="More works by Eustathius Antiochiensis"> —
⋯
More
Original / primary: Pg Scrape Grc
21.1.1
Ἀλλ', ὡς ἔοικεν, Ὠριγένης ὑποκρίνεται μὴ νοεῖν, ἵνα δυσδαίμονα παρασκευάσῃ μαντείαν· εἶτα πάσας ἀλληγορῆσαι τὰς γραφὰς ἐγχειρήσας οὐκ ἐρυθριᾷ τοῦτο μόνον ἐπὶ τοῦ γράμματος ἐκδέχεσθαι θεσπίζων ὑποκρίσει, καίτοι μηδ' αὐτῷ σώματι προσέχων εὐγνωμό νως.
21.2.1
ἀλλὰ δὴ περὶ τοῦ παραδείσου διαλεγόμενος, ὃν ἐφύτευσεν ὁ θεὸς ἐν Ἐδέμ, εἶτα καὶ τίνα τρόπον ἐξανέτειλε τὰ καρποφόρα ξύλα διηγεῖσθαι βουλόμενος ἐπέφερε πρὸς τοῖς ἄλλοις· «ὅταν ἀναγινώσκοντες ἀναβαίνωμεν ἀπὸ τῶν μύθων» ἔφη «καὶ τῆς κατὰ τὸ γράμμα ἐκδοχῆς ζητῶμεν τίνα τὰ ξύλα» φησὶν «ἐστὶν ἐκεῖνα, ἃ ὁ θεὸς γεωργεῖ, λέγομεν ὅτι οὐκ ἔνι αἰσθητὰ ξύλα ἐν τῷ τόπῳ».
21.3.1
ταῦτα δὲ δὴ τροπολογῶν οὐ φρίττει μύθους ὀνομάζειν, ὅσα δεδημιουργηκέναι μὲν ἱστορεῖται θεός, ὁ δὲ πιστότατος τοῦ θεοῦ θεράπων ἔγραψε Μωσῆς· ἀλλ' ἐκ τῶν ἐναντίων, ἅπερ ὁ μῦθος ἐν γαστρὶ πλαττόμενος ἀφανῶς ὑπηχεῖ, ταῦτα δογματικῷ βεβαιοῖ προγράμματι, δεικνύων ἀληθῆ.
21.4.1
τὰ μέν γε τῆς ἐγγαστριμύθου ῥήματα διὰ τοῦ ἁγίου πνεύματος εἰρῆσθαι συνιστῶν ἀσάλευτα μένειν ἀξιοῖ, τῇ γραφῇ τῷ δοκεῖν ἀναθείς· αὐτὰ δὲ τὰ τοῦ θεοῦ διὰ Μωσέως ἐκδοθέντα μηνύματα μύθους ὀνομάσας20 ἐνδιαλλάττει τὴν ἔννοιαν, οὐ δικαιῶν ἐμμένειν τῇ τοῦ γράμματος ἐκδοχῇ.
21.5.1
ἀλλ' οὐχὶ τὰ ὑπὸ τοῦ Ἀβραὰμ ὀρωρυγμένα φρέατα καὶ τῶν ἀμφ' αὐτὸν ἀλληγορεῖ, καὶ τοσοῦτον ἀποτείνας λόγων ἑσμὸν ἅπασαν ὁμοῦ τὴν πραγματείαν αὐτῶν ἀναιρεῖ, μεταθεὶς εἰς ἕτερον νοῦν, καίτοι τῶν φρεάτων ἐπὶ χώρας ἔτι καὶ νῦν ὄψει φαινομένων;
21.6.1
οὐχὶ τὰ τοῦ Ἰσαὰκ καὶ τὰ τῆς Ῥεβέκκας ἐτροπολόγησε πράγματα, τὰ μὲν ἐνώτια καὶ ψέλλια λόγους εἶναι χρυσοῦς εἰρηκώς, ἅπασαν δὲ τὴν ὑπόθεσιν ἐκβιασάμενος ἐκείνην ἐπὶ τοῦ νοητοῦ παραλαβὼν ἐσυκοφάντησεν;
21.7.1
περὶ δέ γε τοῦ πολύτλα προσομιλήσας Ἰώβ, ἀντὶ τοῦ θαυμάσαι τὴν ὑπομονήν, ἐπαινέσαι τοὺς πόνους, εὐφημῆσαι τὴν ἀριστείαν, ἀποδέξασθαι τὴν πίστιν, ἐκφράσαι τὰ τῆς καρτεροψυχίας ὑποδείγματα, προτρέψασθαι διὰ τούτου τοὺς νεολέκτους εἰς ἀρετήν, εὐψυχίᾳ καὶ ῥώμῃ φρονήσεως ὁπλίσαι τοὺς ἀγωνιστὰς ἀνδρείως ὑπὲρ τῆς εὐσεβείας ἀθλεῖν, ἀφέμενος ἐκείνου, μετεώρως εἰς τὰ τῶν θυγατέρων ὁρμήσας ὀνόματα κατετρίβη γραωδῶς. ἀλλ' οἷα μὲν ἐφλυάρησεν εἰς τὸ τῆς Ἡμέρας ὄνομα καὶ Κασσίας ἤτοι καὶ τὸ τῆς Ἀμαλθείας κέρας, οὐδὲ λέγειν οἷόν τε· χλεύης γάρ ἐστι παντοίας ἀνάπλεα.
21.8.1
περὶ δὲ τοῦ Λαζάρου γράφων, ἀντὶ τοῦ δοξάσαι τὴν τοῦ Χριστοῦ μεγαλουργίαν καὶ διὰ τούτων ἀποδεῖξαι σαφῶς ὅτι θεός ἐστιν ὁ τὸν ὀδωδότα νεκρὸν ἐκ τῶν μνημάτων ἐξουσίᾳ μεταπεμψάμενος καὶ τῇ τοῦ ῥήματος ἀφέσει τὰ διῳδηκότα σώματα ψυχώσας, οὐδὲν μὲν ἕνεκα τούτου λέγει, Λάζαρον δὲ τὸν τοῦ κυρίου φίλον, ὃν οὐκ ἀπεικότως ἠγάπα δι' ἀρετήν, εἰς τὸν ἀσθενοῦντα καὶ τεθνεῶτα ταῖς ἁμαρτίαις ἀνήγαγεν ἀλληγορῶν.
21.9.1
οὐδεὶς δὲ κατὰ τοῦ δικαίου ταῦτα εἶπεν οὔτ' ἔγραψεν· οὐ γὰρ ἂν οὕτως ἐκκρίτως ἔστεργεν ὁ κύριος αὐτόν, εἰ μὴ θεσπεσίας ἐξῆπτο πολιτείας.
21.10.1
οὐκ ἔλαττον δὲ καὶ τὸ τῆς λιθοβολίας δρᾶμα θεωρῶν (ἐπειδὴ καὶ τοῦτο πειρᾶται τροπολογῆσαι) τοῦ εὐαγγελικοῦ καταψεύδεται γράμματος, «οὐ πάνυ τι» λέγων «εὕραμεν, ζητήσαντες ἐν τοῖς πρὸ τούτου, ὅτι ἐβάστασαν οἱ Ἰουδαῖοι λίθους ἵνα λιθάσωσιν αὐτόν»· εἶτα μετ' ὀλίγα φησίν· «εἰ γὰρ" πάλιν ἐβάστασαν", πρότερον ἐβάστασαν».
21.11.1
ἄνω δὲ καὶ κάτω βούλεται κατασκευάσαι μὴ προηγεῖσθαι καὶ ἄλλην ὁμοίως ἐκδοχήν, ἵνα συστήσειεν ὅτι λόγους, ἀλλ' οὐχὶ λίθους ἐβάστασαν ἀμελλητὶ κατ' αὐτοῦ, καίτοι τοῦ εὐαγγελιστοῦ πρόσθεν εἰρηκότος «ἦραν οὖν λίθους ἵνα βάλωσιν ἐπ' 20 αὐτόν».
21.12.1
ὡς δὲ ταῦτα προὔγραψεν, ἐν τῷ μεταξὺ πέντε που καὶ τριάκοντα πρὸς τοῖς ἑκατὸν στίχους ὑπερβάς, ἐπιφέρει προσθείς· «ἐβάστασαν οὖν πάλιν οἱ Ἰουδαῖοι λίθους, ἵνα λιθάσωσιν αὐτόν». ἀλλὰ ταῦτα μὲν ἐν διττοῖς ἀναγέγραπται χωρίοις, ἐν διαφόροις δὲ φαίνεται πεπραγμένα καιροῖς ἀπὸ τοῦ μὴ τὰς αὐτὰς ἔχειν τῶν ῥημάτων ἐπιπλοκὰς ἢ συζυγίας· ἀλλ' Ὠριγένης ὁ πάσας οἰόμενος εἰδέναι τὰς γραφὰς οὐκ ἀνέγνω τοῦτο, καὶ ταῦτα γράφων εἰς ὅλον ὁμοῦ τὸ εὐαγγέλιον ἐπὶ λέξεως.

Intertext edge

Open linked passage

Note