De engastrimytho contra Origenem
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-antiochiensis" aria-label="More works by Eustathius Antiochiensis">
—
⋯
Original / primary: Pg Scrape Grc
23.1.1
Ἀλλὰ τί πρὸς ἐπὶ τούτοις εἰσήγαγεν, ἀφοσιώσει πλαττόμενος ἀποφυγάς; ἐπειδήπερ ἐδόκει τὸ φάσμα τῷ Σαοὺλ εἰρηκέναι· «διαρρήξει κύριος τὴν βασιλείαν ἐκ χειρός σου», πρὸς ταῦτα πιθανολογῶν ἀνθυπέφερεν ὡς οὐ χρεὼν εἴη νοεῖν ὅτι «δαιμόνιον προφητεύει περὶ βασιλείας Ἰσραηλιτικῆς».
23.2.1
ἤδη δὲ καὶ πρόσθεν ἔφαμεν ὅτι ταῦτα τὰ ῥήματα τῷ Σαμουὴλ εἰρημένα πρόσθεν ἔκλεψεν ὁ δαίμων, ἵνα δὴ τὸν ἔκφρονα Σαοὺλ ἐξαπατήσας ἴδια δόξῃ λέγειν. ἀλλ' οὗτος οὐ προσποιεῖται τὰ τοιάδε τοῦ διαβόλου δράματα γιγνώσκειν. ὡς οὖν ἐδόκει προλέγειν ὅτι διαρραγήσοιτο τοῦ παραπλῆγος ἡ βασιλεία, τηνικαῦτα προσετίθει· «καὶ δώσει αὐτὴν τῷ πλησίον σου τῷ Δαβίδ». ὁ μέντοιγε πολυΐστωρ Ὠριγένης ἐνταῦθα κινηθεὶς ἔφη· «δαιμόνιον δὲ» λέγων «οὐ δύναται εἰδέναι τὴν βασιλείαν Δαβὶδ τὴν ὑπὸ κυρίου χειροτονηθεῖσαν».
23.3.1
ἀλλ' ἔμοιγε θαυμάζειν ἔπεισιν ὅπως οὗτος ἀποφέρεται δόξαν ἐτ' εὐβουλίᾳ παρὰ τοῖς πολλοῖς, ὡς ἔμφρων ἅμα καὶ γνώμης ἄριστος. εἰ μὲν οὖν ἄδηλος ἦν ἡ βασιλεία, ἐξῆν ἂν ἴσως ἄγνοιαν ὑποκρίνεσθαί τινα σκηπτόμενον· 23. 4 εἰ δὲ μεμαρτύρητο μὲν ὑπὸ τοῦ θεοῦ, κέχριστο δ' ἐπὶ τούτοις ὑπὸ τοῦ Σαμουήλ, ἔν τε τοῖς πολέμοις ἀριστεύων ἀεὶ γαμβρὸς ἀναδέδεικτο τοῦ βασιλέως, ὥστε τούτῳ μὲν τὰς χορευούσας ἀναθεῖναι τὰς μυριάδας, τῷ δὲ Σαοὺλ ἀποδοῦναι τὰς χιλιάδας, εἰ δὲ ταῦτα καὶ τὰ τοιαῦτα καθειστήκει σαφῆ, τί ξένον ἢ τί παράδοξον ἦν, εἰ τὴν οὖσαν καὶ κεχειροτονημένην ὑπὸ τοῦ κυρίου διὰ τοῦ προφήτου βασιλείαν ἐπεγίνωσκεν ὁ δαίμων;
23.5.1
ἦ γὰρ οὐ διανοητέον (εἴ γε δεῖ λέγειν ἐξ ὑπερβολῆς ὅτι τὰ σωματικὰ μόνον οἶδεν) ὡς ἡ τοῦ ἐλαίου χρίσις αἰσθητὴν ἔχει τὴν τῆς ἁφῆς ἐπιφοράν; ἀλλὰ ταῦτα μὲν οὐδεὶς ἀμφιλέξει πρόδηλα καθεστάναι πᾶσιν· ἵνα δὲ τὸ ὑπερβάλλον ἐρῶ προσθεὶς εἰ καὶ μὴ τοιαῦτα καθειστήκει σαφῆ· πότερον ἂν εἴη μεῖζον πρὸς σύγκρισιν τὸ γνῶναι τὴν τοῦ Δαβὶδ βασιλείαν, ἢ ψυχὰς ἐξ ᾅδου προφητικὰς ἀνάξαι;
23.6.1
καίτοι τοῦτο καὶ ἐπὶ τοῦ κρείττονος ἀποδέδεικται προσώπου· καὶ γὰρ καὶ ἐπὶ τοῦ Χριστοῦ στρεβλούμενοι καὶ ἄκοντες ἐκβοῶσιν οἱ δαίμονες, αὐτολεξεὶ «τί ἡμῖν καὶ σοί» κεκραγότες «υἱὲ τοῦ θεοῦ; ἦλθες πρὸ καιροῦ ἀπολέσαι ἡμᾶς;» τὸ δὲ ψυχὰς ἐξ ᾅδου μεταπέμπεσθαι καὶ χοροὺς ἀγγέλων οὐρανοπετεῖς ἐν ταὐτῷ μετακαλεῖσθαι μόνος ἐξουσίαν ἔχει διαπράττεσθαι θεὸς καὶ ὁ θειότατος αὐτοῦ παῖς, ἄλλος δὲ τὸ παράπαν οὐδείς.
23.7.1
εἰ οὖν τὴν ἀόρατον τοῦ θεοῦ βασιλείαν ἔγνωσαν ἁγίῳ πνεύματι χρισθεῖσαν, οὐ πολλῷ πλέον ἐπιγνῶναι τὴν τοῦ Δαβὶδ ἐδύναντο διὰ χρίσματος ἀναδειχθεῖσαν αἰσθητοῦ καὶ καταχύσεως ὁρατῆς; ἀλλ' οὐκ ᾔδει τὰ πεπραγμένα καὶ γραφαῖς ἀνακείμενα περὶ τοῦ Δαβὶδ ὁ ἀλιτήριος, ὅς γε καὶ τῷ κυρίῳ περιβαλλομένῳ τὸ σῶμα προσελθὼν ἔφη τολμηρῶς· «εἰ υἱὸς εἶ τοῦ θεοῦ, βάλε σεαυτὸν κάτω· γέγραπται γὰρ ὅτι τοῖς ἀγγέλοις αὐτοῦ» φησὶν «ἐντελεῖται περὶ σοῦ καὶ ἐπὶ χειρῶν ἀροῦσίν σε, μήποτε προσκόψῃς πρὸς λίθον τὸν πόδα σου»;
23.8.1
οὐκοῦν εἴπερ ἐκ τῶν ἁγίων ὑποτυποῦται γραφῶν ὁμιλεῖν, οἶδεν ἄρα τὰ γεγραμμένα κακομαθῶς· εἰ δὲ τούτων ἐν γνώσει καθέστηκεν, οὐκ ἄρα τὴν τοῦ Δαβὶδ ἠγνόει βασιλείαν, ἣ τοῖς ἱεροῖς ἐγκεχάρακται γράμμασιν· ὥστε τὰ γεγραμμένα λέγων ὁ δαίμων οὐδὲν ἐπροφήτευσεν οὐδαμῶς.