De engastrimytho contra Origenem
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-antiochiensis" aria-label="More works by Eustathius Antiochiensis">
—
⋯
Original / primary: Pg Scrape Grc
24.1.1
Ἀλλ' ὁ πολύφημος Ὠριγένης, οὐδ' ὁτιοῦν εὑρίσκων εἰπεῖν, εἰς τοῦτο κατέφυγε τετεχνασμένως, ἑτέρωθι πρὸς ἐπὶ τούτοις ἐπαγαγών· «ἐγὼ δὲ» φησὶν «οὐ δύναμαι διδόναι δαιμονίῳ τηλικαύτην δύναμιν, ἵνα προφητεύῃ περὶ Σαοὺλ καὶ τοῦ λαοῦ τοῦ θεοῦ, καὶ προφητεύῃ περὶ βασιλείας Δαβὶδ ὅτι μέλλει βασιλεύειν».
24.2.1
εἶτα, φαίη τις ἄν, ὦ ἀνοητότατε ἀνδρῶν, οὐ δίδως μὲν αὐτῷ προφητεύειν, ἐπιτρέπεις δὲ αὐτῷ προφήτας ἀνάγειν ἐξ ᾅδου καὶ ἀγγελικοὺς ἄφνω μεταστέλλεσθαι χορούς, ὅπερ ἐστὶ μεῖζον καὶ προὖχον καὶ θειοτέρας ἐχόμενον ἐξουσίας; ἆρά γέ τις οὕτως ἐνόησεν ἀσθενῶς ἢ πτωχῶς; ἀλλὰ μάλιστα μὲν ἔγωγε φαίην ἂν20 ἀνθυπενέγκας ὅτι μηδὲν ἐπροφήτευσεν ὁ δαίμων, ὥς γε καὶ πρόσθεν ἐδείξαμεν· 24. 3 εἰ δ' ἄρα καὶ προφητείας ἄξια διαλεχθεὶς ἐτύγχανεν, οὐδ' οὕτως ἐχρῆν20 ὑπολαμβάνειν ὅτι πνεύματα καὶ ψυχὰς ὁ δαίμων ἀνήγαγεν ἐξ ᾅδου· καὶ γὰρ ὁ Καϊάφας ἐπὶ τῇ κατὰ τοῦ Χριστοῦ συστάσει προὐφήτευσεν, εἰρηκὼς ὅτι «συμφέρει ἡμῖν ἵνα εἷς ἄνθρωπος ἀποθάνῃ ὑπὲρ τοῦ λαοῦ καὶ μὴ ὅλον τὸ ἔθνος ἀπόληται».
24.4.1
ταῦτα μὲν οὐκ εἶπεν ἀφ' ἑαυτοῦ, καθάπερ ὁ σοφώτατος ἐξέδωκεν Ἰωάννης, ἀρχιερεὺς δὲ τυγχάνων ἐκείνου τοῦ ἔτους ἐπροφήτευσεν.
24.5.1
εἰ δὲ οὗτος ὁ κατὰ τοῦ κυρίου βουλὰς ἀδίκους ἀράμενος ὅμως οὐκ ἀφ' ἑαυτοῦ προφητεύει, κινούμενος δὲ δήπουθεν ὑφ' ἑτέρου καθ' ἑαυτοῦ ποιεῖται τὸν ἔλεγχον, οὐδὲ εἴ τις ἄλλος ἄρα τοιοῦτό τι δρᾷ προσεκτέον ὅτι παρὰ τοῦτο θειοτέρας ἐξῆπται δυνάμεως, οὐδὲ20 ἀνασχετέον εἰ λέγοι τις ὅτι μαντείᾳ δαιμονιώδει ψυχὰς ἀνάγειν ἔοικεν ἐξ ᾅδου καὶ στρατιὰς ἀγγέλων οἷα θεός.
24.6.1
ἐπακουστέον γὰρ οἷα περὶ τῶν τοιούτων ἐξαγορεύει προφητῶν ἐν τῷ Δευτερονομίῳ θεσπίζων ὁ Μωσῆς, «ἐὰν δὲ ἀναστῇ» φάσκων «ἐν σοὶ προφήτης ἢ ἐνυπνιαζόμενος ἐνύπνιον καὶ δῷ σοι σημεῖον ἢ τέρας, καὶ ἔλθῃ τὸ σημεῖον ἢ τὸ τέρας ὃ ἐλάλησεν πρὸς σὲ λέγων· 24. 7 πορευθῶμεν καὶ λατρεύσωμεν θεοῖς ἑτέροις οὓς οὐκ οἴδατε, οὖκ ἀκούσεσθε τῶν λόγων ἐκείνου τοῦ προφήτου» φησὶν «ἢ τοῦ ἐνυπνιαζομένου τὸ ἐνύπνιον ἐκεῖνο· ὅτι πειράζει κύριος ὁ θεὸς ὑμῶν ὑμᾶς, τοῦ ἰδεῖν εἰ ἀγαπᾶτε κύριον τὸν θεὸν ὑμῶν».
24.8.1
ἀλλ' ἐνταῦθα μὲν τὴν δυάδα πατρός τε καὶ τοῦ μονογενοῦς υἱοῦ παριστῶν, ἄλλον μὲν τὸν ἐκπειράζοντα κύριον ὠνόμαζεν, ἄλλον δὲ παρὰ τοῦτον εἶναι τὸν ἀγαπώμενον κύριόν τε καὶ θεόν, ἵν' ἐκ δυάδος τὴν μίαν ἀποδείξοι θεότητα καὶ τὴν ἀληθῆ θεογονίαν.
24.9.1
εἰ δ' ὁ προφήτης ἐκεῖνος ὁ τὸ σημεῖον ὑποσχόμενος ἢ τὸ τέρας ὑποδεῖξαι παντάπασιν ἀποκριτέος ἐστὶ τῷ τὴν ἀθέμιτον εἰδωλολατρείαν εἰσηγεῖσθαι, κἂν ἡ τοῦ σημείου δύναμις ἐνεργοῦσα προτρέχῃ, πόσῳ δὴ μᾶλλον οὐ χρὴ δαίμονι πιστεύειν ἐπαγγελλομένῳ ψυχὰς ἐξ ᾅδου μεταπέμπεσθαι καὶ πνεύματα δικαίων;
24.10.1
ἀλλ' οὐδὲ φαίη τις ἂν ἀσεβῶν ὅτι μαντευομένων ἐκείνων ὁ θεὸς ἀνέστησε τὸν Σαμουὴλ ἐκπειράσαι τὸν ἄδικον ἐθέλων, ἵνα ἐπιγράψῃ τῇ τοῦ δαίμονος ἐπαγγελίᾳ τὸ δρᾶμα καὶ διὰ τῆσδε τῆς προφάσεως ἀπάτῃ φθείρῃ τινάς· ἀνάγκη γὰρ ἐξ ἅπαντος φυλάττεσθαι τὸ τῆς μαντείας ἅγος, ὡς ὁ νομοθέτης ἐθέσπισεν.
24.11.1
ἀλλ' οὐ μυσερά τις ἡγεῖται τὰ τῆς οἰωνοσκοπίας αἴτια καὶ τὰ τῆς ἐγγαστριμύθου μαντεῖα καὶ σύμβολα κλῃδόνων; ἀκουέτω πῶς ὀλίγῳ πρόσθεν ὑπερβὰς ἐδογμάτισε πάλιν· «ἐὰν δὲ» φησὶν «εἰσέλθῃς εἰς τὴν γῆν ἣν κύριος ὁ θεός σου δίδωσίν σοι, οὐ μαθήσῃ ποιεῖν κατὰ τὰ βδελύγματα τῶν ἐθνῶν ἐκείνων.
24.12.1
οὐχ εὑρεθήσεται ἐν σοὶ περικαθαίρων τὸν υἱὸν αὐτοῦ καὶ τὴν θυγατέρα αὐτοῦ ἐν πυρί, καὶ μαντευόμενος μαντείαν, καὶ κλῃδονιζόμενος καὶ οἰωνιζόμενος φαρμάκοις ἐπαοιδῶν ἐπαοιδήν, ἐγγαστρίμυθος καὶ τερατοσκόπος, ἐπερωτῶν τοὺς νεκρούς. ἔστι γὰρ βδέλυγμα κυρίῳ πᾶς ὁ ποιῶν ταῦτα».
24.13.1
μετὰ δὲ τοῦτο μηνύων ὅτι καὶ τοῖς ἀλλογενέσι διὰ ταῦτα θανάτου γένεσιν ἀπειλεῖ καὶ φθοράν, ἐπήγαγεν εὐθέως· «ἕνεκα γὰρ τῶν βδελυγμάτων τούτων κύριος ἐξολοθρεύσει αὐτοὺς ἀπὸ σοῦ».
24.14.1
φαίνεται τοίνυν ὡς ἡ μαντεία τῆς ἐγγαστριμύθου συνέζευκται μετὰ πάντων ὁμοῦ τῶν τῆς εἰδωλολατρείας αἰτιῶν, ὥσπερ ἂν εἰ πυρετῷ σκυβάλων ἔνδοθεν ὑποκειμένων, ἐγερτικῶν μὲν ἀρρωστίας, ὑπεκκαυμάτων δὲ μοχθηρῶν, οἰδήσει καὶ φθορᾷ τὴν λυμώδη νόσον ἀποκύειν εἰωθότων.
24.15.1
εἰ δὲ δὴ καὶ τερατοσκοπίας ὠνόμασε τὰς ἀμειδεῖς ὀπτασίας, ὅσαι διὰ τῶν20 ἐγγαστριμύθων ἱστοροῦνται, συνέστησεν ὅτι μηδέν ἐστιν ἀληθὲς ἐν αὐτοῖς· 24. 16 ἐντεῦθεν, οἶμαι, πάλιν ἐν τῷ Λευϊτικῷ σκυθρωποτέραν ἀπόφασιν ἐξήνεγκε κατ' αὐτῶν, ἐπαγαγὼν αὐτοῖς ῥήμασιν· «καὶ ἀνὴρ ἢ γυνὴ» φάμενος «ἂν γένηται ἐγγαστρίμυθος ἢ ἐπαοιδὸς ἐν ὑμῖν, θανάτῳ θανατούσθωσαν· λίθοις λιθοβολήσατε αὐτούς, ἔνοχοί εἰσιν».