De engastrimytho contra Origenem
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-antiochiensis" aria-label="More works by Eustathius Antiochiensis">
—
⋯
Original / primary: Pg Scrape Grc
25.1.1
Τί τοίνυν φασὶν οἱ τὰς Ὠριγένους ἀσπαστέας εἶναι τιθέμενοι δοξοκοπίας; πότερον ὡς ἐχθίστων ἐπιτηδευμάτων αἰτίους ἀναιρεῖσθαι προστάττει τοὺς ἐγγαστριμύθους, ἢ τοὐναντίον ὡς ἀγαθῶν ὑποθήμονας ἔργων; εἰ μὲν οὖν ἀσεβῶν εἰσὶ δραμάτων αὐτουργοί, δικαίως ὁ νομοθέτης ἀπελαύνει τοὺς ἐναγεῖς, οὐδὲν εἰσαγγέλλοντας ἀληθές.
25.2.1
εἰ δὲ καλλίστων εὑρεταὶ πράξεών εἰσι, περιττῶς ὁ νόμος ἐψηφίσατο κατ' αὐτῶν. εἰ γὰρ ἀνάγουσι μὲν ἐξ ᾅδου ψυχάς, αἱ δὲ ἀφικνούμεναι δεῦρο κηρύττουσι τὸ μέλλον, ἐφοδιάζουσι τοὺς δεομένους ἐπωφελῶς· οὐ δικαίως ἄρα λιθοβολεῖσθαι τοὺς εὐεργέτας ἐθέσπισεν ὁ νομοθέτης.
25.3.1
ὥστε δυοῖν ἀνάγκη θάτερον, ἢ ταύτας ἀχρειῶσαι τὰς φωνάς, ἢ τὰ τῆς ἐγγαστριμύθου ῥήματα διαβαλεῖν ὡς ἕωλα καὶ ψευδῆ. ἀλλὰ τί φῶμεν; ἀντιδοξοῦσιν ἑαυταῖς αἱ θεῖαι γραφαί; ταῖς δὲ πολλαῖς ἡ μία μάχεται ψῆφος; εἰ δ' ἄρα καὶ μάχη τίς ἐστιν, ἐπικρατοῦσιν αἱ πολλαί.
25.4.1
καὶ μὴν ἐκ τῶν ἐναντίων οὕτως ὁμοφώνῳ συνῳδίᾳ καταψηφίζονται τῶν ἐγγαστριμύθων ὡς ἀνόσια δρώντων. οὐδὲν ἧττον ἔτι κἀν τῇ τετάρτῃ τῶν Βασιλειῶν ἀνειλημμένον ἐστὶν ὅτι Μανασσῆς μὲν ἀσεβείας ὑπερβολῇ πρὸς οἷς ἐδικαιοκτόνει καὶ παντοίας ἐθρήσκευεν εἰδωλομόρφους ὕλας «ἐποίησεν ἑαυτῷ» φησὶν «ἐγγαστριμύθους καὶ γνώστας».
25.5.1
ἀντιστρόφως δ' αὖ πάλιν ὁ δικαιοσύνης ἀρετῇ διαπρέψας Ἰωσίας ὁ βασιλεὺς ἅπαντα μὲν ὁμοῦ τὰ χειρότευκτα καθεῖλεν ἀφιδρύματα, πυρὶ δὲ τεφρώσας ἠφάνισεν· οὐ μὴν ἀλλά γε πρὸς τούτοις «ἀφεῖλεν» ἔφη «τοὺς ἐγγαστριμύθους καὶ τοὺς γνώστας καὶ τὰ θεραφεὶμ καὶ τὰ εἴδωλα καὶ τὰ καρσαείν»· εἶτα καὶ μετ' ὀλίγα φησὶν ὅτι καὶ «ἐνεπύρισεν», ὡς ἀθέμιτα δηλαδή20.
25.6.1
τοιγαροῦν εἴπερ ὁ αὐτός ἐστιν συγγραφεὺς ἑκατέρου τοῦ γράμματος, ἐνταῦθα δὲ δύο πρόσωπα βιολογεῖ βασιλέων, εἶτα τούτοιν τὸ μὲν ἄδικον εἰσάγει, τὸ δὲ δίκαιον– ἀλλὰ τὸ μὲν ἀκράτῳ κεχορηγημένον ἀδικίᾳ μέμφεται, διὸ πρὸς τοῖς ἄλλοις εἴχετο καὶ τῶν ἐγγαστριμύθων, τὸ δὲ ζήλῳ θείῳ διεγηγερμένον ἐπαινεῖ τῷ καὶ τοὺς ἐγγαστριμύθους ἐξᾶραι πρὸς ἅπασι τοῖς ἐχθροῖς– εἰ δὲ ταῦτα οὕτως ἔχει, συνέστηκεν ὡς οὐχ ἑαυτῷ μαχομένας ἐξεδίδου φωνάς.
25.7.1
οὐδ' αὖ τὸ πνεῦμα τὸ ἅγιον ἔφασκεν ἀναβεβηκέναι τὸν Σαμουήλ, ἀλλὰ τοὺς τῆς ἐγγαστριμύθου διηγεῖτο λόγους, ὡς ᾤετο καὶ τῷ δοκεῖν ἐκόμπαζεν ἐκείνη, φαντασιοκοπίαις ἀναπτεροῦσα τὸν δυνάστην ἀδήλοις· οὐ γὰρ ἂν ἑαυτῷ καὶ ταῖς ἄλλαις ἁπάσαις ἐμάχετό πω γραφαῖς.
25.8.1
ἀλλ' οὐχὶ μόνον αὗται ταῦτα διελέγχουσιν αἱ ῥήσεις, ἀλλ' ἔτι γε τούτοις ἐπιψηφίζεται καὶ μάρτυς ἄλλος ἀξιοφανής, ὁ προφήτης Ἡσαΐας· πῇ μὲν ἀπαγορεύων τὰ τοιάδε μύση, πῇ δὲ παραινῶν ὀρθότατα τοῖς ὑπηκόοις αὐτῷ κελαδεῖ· «καὶ ἐὰν εἴπωσι πρὸς ὑμᾶς· ζητήσατε τοὺς ἐγγαστριμύθους, καὶ τοὺς ἀπὸ τῆς γῆς φωνοῦντας, τοὺς κενολογοῦντας οἳ ἐκ τῆς κοιλίας φωνοῦσιν, οὐχὶ ἔθνος πρὸς θεόν;» 25. 9 εἶτα τί μετὰ ταῦτα προσθεὶς ἐπιφέρει; «τί ἐκζητοῦσιν» ἔφη «περὶ τῶν ζώντων τοὺς νεκρούς; νόμον γὰρ εἰς βοήθειαν ἔδωκεν, ἵνα εἴπωσιν οὐχ ὡς τὸ ῥῆμα τοῦτο, περὶ οὗ οὐκ ἔστι δῶρα δοῦναι».
25.10.1
προδήλῳ μὲν ἱεροφωνίᾳ τὸ τῶν ἐγγαστριμύθων ἀπεκήρυξε γένος· εἰ δὲ κενολόγον ἀπέφηνε τὸ τοιοῦτο συνέδριον, ἀναμφιλόγως ἀπέδειξεν ὅτι τούτων οὐδὲν οὐδεὶς οὐδεπώποτε λέγει τὸ παράπαν ἀληθές, ἀλλὰ ψευδηγορίᾳ μὲν ὑποκένῳ πλάττουσι τὴν ἀπάτην, ἑώλῳ δὲ κενολογίᾳ φενακίζουσι τοὺς20 ἀμαθεῖς.
25.11.1
ὅθεν ἀκολούθως ἐπέσκωπτεν ἐκείνους ὅσοι περὶ τῶν ζώντων ἐρωτῶσι τοὺς νεκρούς· αὐτοὶ γὰρ ὅλοι νεκροὶ καὶ πηροὶ τυγχάνοντες οἱ κενολόγοι τὰς τῶν νεκρῶν ὑποτυποῦνται διακονεῖσθαι φωνάς. ὁ δὲ προφήτης ἐπεμαρτύρετο βοῶν ὅτι νόμος ἀρραγὴς ἔκκειται περὶ τούτων, ἵνα μὴ κατὰ τοὺς ἀποφθεγγομένους ὑπαχθῶσι κουφολογίαις ἑώλοις· 25. 12 ἀκροτάτη γάρ, οἶμαι, φυλακὴ νόμου καθέστηκεν οὐρανόθεν ἐπικαλεῖσθαι τὴν βοήθειαν, ἀλλὰ μὴ ἐκ τῶν γηΐνων ἐρανίζεσθαι τὴν ἐπικουρίαν εἰς αὐτὰ τὰ καταχθόνια βλέποντας.