De engastrimytho contra Origenem
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-antiochiensis" aria-label="More works by Eustathius Antiochiensis">
—
⋯
Original / primary: Pg Scrape Grc
27.1.1
Κἂν τὰ μάλιστα δὲ δεισιδαιμονίαν πυρέττων Ἑλληνικὴν μαντείαν εἰσηγῆται λεληθότως, ἀλλ' ὅμως οὐ παραιτητέον ἡγοῦμαι κἀντεῦθεν ἐλέγξαι τὴν ἀξυνεσίαν αὐτοῦ δι' ὀλίγων, ὡς δέον.
27.2.1
αἱ γάρ τοι ῥητορικαὶ δηλοῦσι τεχνογραφίαι σαφῶς ὅτι μῦθός ἐστι πλάσμα συγκείμενον μετὰ ψυχαγωγίας πρός τι τῶν ἐν τῷ βίῳ χρήσει διαφέρον· πλάσμα δὲ δήπουθεν εἴρηται παρὰ τὸ πεπλάσθαι, φασίν, αὐτὸ συνωμολογημένως· οὐ γὰρ ἂν ἔτι νομίζοιτο μῦθος, εἰ γεγονὼς εἴη κατὰ ἀλήθειαν.
27.3.1
εἰ δὲ πλάσματος αὐτοσχεδίου σύνθεσίς ἐστιν ἢ μυθοποιία, πόρρω μὲν ἔργῳ ἀληθείας ἐλήλεγκται, λόγῳ δὲ πραγμάτων ὕλας εἰκονίζει τῇ πράξει λειπομένη· τὰ γὰρ οὐκ ὄντα πιθανολογεῖν ἔοικεν ὡς ὄντα, καὶ διηγήσει μίμησιν εἰσάγει πεπλασμένην· ἀνυπόστατα τοίνυν εἰδοποιεῖ πράγματα, μηδεμιᾶς ὑποκειμένης ἕδρας ὡς οἷόν τε βεβαίας.
27.4.1
οὐδὲν δέ μοι δοκεῖ διαφέρειν ἀψύχου σκιαγραφίας ἡ τοῦ μύθου πλαστουργία· καθ' ὁμοιότητα γάρ, οἶμαι, τοῦ πίνακος αὐτῇ διαχαράττεται τῇ γραμμῇ· παραπλησίῳ γέ τοι προσεμφερείᾳ προσωποποιεῖ μὲν ὑπόθεσιν, εἴς τι μέρος ἀποβλέπουσα, αὐτὰ δὲ σχηματίζει 27. 5 τῇ μιμήσει τὰ πράγματα γραμμαῖς ἐντεταμέναις. ἀνομολογίαν μὲν οὖν ἐφ' ἑκάστων ἐς τὰ μάλιστα τηρεῖ τῶν ῥυθμῶν, ἄκρα τε πολέμου γράφει καὶ τέλος, ἐοικότα βάσει, καὶ χείλη φθεγγόμενα καὶ φωνῶν ἰδιώματα, καὶ γέλωτας καὶ κλαυθμούς, ἢ δημηγορίας ἀρχοντικὰς ἢ συμπόσια καὶ κώμους ἢ βακχείας ἢ τελετὰς ἢ μέθας ἀκολάστους ἢ παροινίας ἐρωτικὰς ἢ λῃστρικὰς ἁρπαγὰς ἢ φθορὰς ἀνηκέστους ἢ σφαγὰς ἀκρίτους ἢ πενίας ὑποκρίσεις ἢ πλούτων ἐπιρροίας.
27.6.1
εἰκοτολογίᾳ μὲν οὖν ἅπαντα χαρακτηρίζει, προσωποποιίᾳ δὲ προσεμφερεῖ διαγορεύει πράξεις ἀδρανεῖς· οἱ γάρ τοι μυθοποιοὶ τὰς ἀνθηρὰς ἀναλεγόμενοι λέξεις αὐτουργοῦσι ποικίλα χρωμάτων εἴδη καὶ τῇ προσωποποιίᾳ συμπλέκουσιν· εἶτα λόγοις ἐπιχρώσαντες ἡδέσι, πᾶσαν μὲν ἐπισυνάγουσι τὴν τοῦ μύθου διήγησιν, ὥσπερ δὲ ζῳδιογράφοι τὴν τῆς ὄψεως εἰκονίζουσιν ὥραν, ἐρυθροῖς ἠδ' ἀνθινοῖς χρώμασι κηρογραφοῦντες· 27. 7 ῥήμασι δὲ καὶ σχήμασι μελοποιεῖν ἐπειγόμενοι χαρακτῆρας ὑλικούς, ἔργῳ τῆς ἀληθείας αὐτῆς ἀποδέουσιν. ἀλλ' οὖτοι μὲν τοιούτῳ ποικίλλουσι τρόπῳ τὰς τῶν μύθων εἰκόνας· ἐντεῦθεν δὲ μουσική τις ἁρμονία συνίσταται καὶ ποιητικῆς οἰησικοπίας εὕρεσις.