De engastrimytho contra Origenem
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-antiochiensis" aria-label="More works by Eustathius Antiochiensis">
—
⋯
Original / primary: Pg Scrape Grc
28.1.1
Ἀμέλει γοῦν ἐρόμενος ὁ Πλάτων μουσικῆς μὲν εἶναι λόγους ὁρίζεται [λόγων]· «λόγων δὲ διττὸν εἶδος» ἔφη «τὸ μὲν ἀληθές, ψεῦδος δὲ θάτερον· παιδευτέον δὲ ἐν ἀμφοτέροις, ἀλλά γε πρότερον ἐν τοῖς ψευδέσι». προηγουμένως γὰρ εἶπε τὰ παιδία καταθέλγεσθαι μύθων ἐπαοιδῇ. «τοῦτο δέ που ὡς τὸ ὅλον εἰπεῖν ψεῦδος, ἔνι δὲ καὶ ἀληθές.
28.2.1
οὐκοῦν ἀρχὴ παντὸς ἔργου μέγιστον, ἄλλως τε δὴ καὶ νέῳ καὶ ἁπαλῷ ὁτῳοῦν; μάλιστα γὰρ δὴ τότε πλάττεται καὶ ἐνδύεται τύπον, ὃν ἄν τις βούληται ἐνσημήνασθαι ἑκάστῳ». διὰ δὲ τῶν τοιούτων πειρᾶται ῥήσεων ἐκφαίνειν ὡς οὐ χρεὼν ἂν εἴη γε ψευδηγορίαις ἐπαντλεῖν ἀκράτοις τὰς τῶν νεηλύδων ἀκοάς, ἐπειδὴ τοῖς ἀρτίως ἐνσῃμαινόμενοι μείραξιν οἱ τύποι τῆς κακοδοξίας ἀμετάστατοι φιλοῦσι γίγνεσθαι καὶ δυσέκνιπτοι· 28. 3 διόπερ ἀκολούθως ἐπιφέρει πάλιν· «ἆρ' οὖν ῥᾳδίως οὕτω παρήσομεν» ἔφη «τοὺς ἐπιτυχόντας ὑπὸ τῶν ἐπιτυχόντων μύθους πλασθέντας ἀκούειν τοὺς παῖδας καὶ λαμβάνειν ἐν ταῖς ψυχαῖς ὡς ἐπὶ τὸ πολὺ ἐναντίας δόξας ἐκείναις ἃς ἐπειδὰν τελειωθῶσιν ἔχειν οἰησόμεθα δεῖν αὐτούς; οὐδ' ὁπωστιοῦν» εἴρηκεν ὅτι «παρήσομεν.
28.4.1
πρῶτον μὲν ἡμῖν, ὡς ἔοικεν, ἐπιστατητέον τοῖς μυθοποιοῖς, καὶ ὃν μὲν ἂν καλὸν μῦθον ποιήσωσιν ἐγκριτέον, ὃν δὲ μὴ ἀποκριτέον. τοὺς δὲ ἐγκριθέντας πείσωμεν τὰς τροφούς τε καὶ μητέρας λέγειν τοῖς παισίν, καὶ πλάττειν τὰς ψυχὰς αὐτῶν τοῖς μύθοις πολὺ μᾶλλον ἢ τὰ σώματα ταῖς χερσίν. ὦν δὲ νῦν λέγουσι τοὺς πολλοὺς ἐκβλητέον.» 28. 5 εἶτα ἐπειδή, περὶ τῆς ἑκάστων ἀναλόγου διαφορᾶς ἐρωτώμενος, «ἐν τοῖς μείζοσιν» ἔφασκε «μύθοις ἀναγνωρίζεσθαι καὶ τοὺς ἐλάττους», ὡς ἤρετο πάλιν ὁ Ἀδείμαντος, οὐδὲ τούτους εἰδέναι δηλῶν, αὖθις ἀνθυπενέγκας ἔφησεν· «οὓς Ἡσίοδός τε, εἶπον, καὶ Ὅμηρος ἡμῖν ἐλεγέτην· οὗτοι γάρ που μύθους τοῖς ἀνθρώποις ψευδεῖς συντιθέντες ἔλεγόν τε καὶ λέγουσιν».