De engastrimytho contra Origenem
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-antiochiensis" aria-label="More works by Eustathius Antiochiensis">
—
⋯
Original / primary: Pg Scrape Grc
2.1.1
Φέρε γοῦν αὐτὸ τὸ τῆς ἱστορίας γράμμα θεωρήσωμεν ὡς οἷόν τε κατὰ τὸ ἐφικτόν· ἐνθένδε ποθὲν ἀρκτέον. ὁπηνίκα μὲν ὁ Σαοὺλ ἄριστα προΐστατο τῆς τοῦ λαοῦ πολυανδρίας, ἐξῆρε πάντας τοὺς ἐγγαστριμύθους, ἔφη, καὶ τοὺς οὕτω καλουμένους ὀνόματι γνώστας, ἅτε δὴ λυμεῶνας ἐμφωλεύοντας ἐχθίστους.
2.2.1
ἐπειδὴ δὲ τραπεὶς ἐπὶ τὰ χείριστα πρὸς τοῦ ἀλιτηρίου πικρῶς ἠλαύνετο δαίμονος, ᾤχετο πάλιν ἐπὶ τὰ φάσματα τῆς μαντείας αὐτῶν, οἰκοδομῶν μὲν ὅσα κατέλυσεν ὀλίγῳ πρόσθεν, ἑαυτὸν δὲ καὶ διὰ τούτου παραβάτην20 ἐλέγχων.
2.3.1
ὡς γὰρ οἱ πέριξ ἀλλογενεῖς ὁμοθύμῳ σπουδῇ πολέμου γένεσιν ἀνεκήρυττον, ἀθροισθέντες μὲν ὡς ἔνι μάλιστα παμπληθεὶ τὰς φάλαγγας ἀντιπαρέταττον, ὅπλα δὲ γυμνώσαντες εἰς μάχην ἐξῄεσαν εὐρώστως. ὁ μέντοιγε σχέτλιος ἔδεισε Σαούλ, αὐτὸ τὸ τῆς παρεμβολῆς ἐπιτείχισμα πεφραγμένον ἰδὼν αὐτοψεί, καὶ τὸ σύμπαν εἰπεῖν «ἐξέστη» καταπλαγείς, ὡς ἡ θεία διαγορεύει γραφή.
2.4.1
μετὰ δὲ τοῦτο, φησίν, ἠρώτα διὰ τοῦ κυρίου, γνῶναι δηλαδὴ τὰ πρακτέα γλιχόμενος· ὁ δὲ κύριος οὐκ ἀπεκρίνατο τὸ παράπαν αὐτῷ διὰ τὰς τῆς ἀδικίας ὑπερβολάς, οὔτε «ἐν ἐνυπνίοις» οὔτε «ἐν δήλοις» οὔτε «ἐν τοῖς προφήταις», ἀλλὰ μὴν ἐκείνῳ γε τὸ θεῖον οὐκ ἐχρημάτιζεν οὐδαμῶς, ἀθέμιτα δράσαντι.
2.5.1
τί δὲ μετὰ ταῦτα πράττει, τῆς ἀνωτάτω γυμνωθεὶς ἐπικουρίας; ἀντὶ τοῦ μᾶλλον ἐξιλεώσασθαι συχνοτέρᾳ δεήσει καὶ καρτερᾷ ψυχολατρείᾳ, τοὐναντίον ἀποπηδήσας αὔξει μὲν τὰ τῆς ἀποστασίας ἐπιτηδεύματα, τοῖς δὲ παισὶν αὐτοῦ προσέταττεν γυναῖκα ζητήσειν ἐγγαστρίμυθον, ἵνα ἀφίκοιτο πρὸς αὐτὴν πευσόμενος ὡς ἐν μαντείῳ.
2.6.1
τῶν δὲ δὴ χειρίστων ὑπηρετῶν αὐτίκα δὴ μάλα καταμηνυσάντων τὴν ἔμπληκτον, ὁ μὲν Σαοὺλ ἀμελλητὶ μετασχηματίσας ἑαυτὸν καὶ τὰ τὴς ἐσθῆτος ἀμείψας ἐνδύματα δρομαῖος ᾤχετο, τὴν στρατιὰν ἐκλιπών. ὡς δὲ ἀφίκετο πρὸς αὐτὴν ἅμα δυοῖν ἀνδράσι νύκτωρ, ἀξιώσεις αὐτῇ προσεφέρετο τηνικαῦτα, «μάντευσαι δή μοι» λέγων «ἐν τῷ ἐγγαστριμύθῳ καὶ ἀνάγαγέ μοι» φησὶν «ὃν ἂν εἴπω σοι».
2.7.1
τοιγαροῦν, εἴπερ ὁ Σαοὺλ ἐδεῖτο διὰ τῆς ἐγγαστριμύθου μαντεύσασθαι, φαίη τις ἂν ἀληθεῖς εἶναι τὰς ἐκείνου φωνάς. ἀλλ' ἔστι τις ἀγνοῶν ὡς ἐκεῖνος ὑπὸ τοῦ δαίμονος ἀγρίοις ἠλαύνετο θυμοῖς, εἰς ἀνηκέστους ἐκτραπεὶς μαντείας καὶ διαβολικὰς μύθων ἐνεργείας;
2.8.1
τί γάρ; οὐκ ἀξιόπιστος μᾶλλόν ἐστιν ὁ θεὸς ὁ τοὺς μὲν λόγους εἰς τὸ στόμα τοῦ Βαλαὰμ ἐμβαλών, ἐπιτρέψας δὲ Μωσεῖ γράψαι ῥητῶς ἐν τοῖς Ἀριθμοῖς· «οὐ γάρ ἐστιν οἰωνισμὸς ἐν Ἰακώβ, οὐδὲ μαντεία ἐν Ἰσραήλ»;
2.9.1
εἰ τοίνυν ἀπαγορευτέα τὰ τοιάδε καθέστηκεν, οἷα δὴ βδελύγματα μυσερὰ καὶ τῆς ἐχθίστης εἰδωλολατρείας αἴτια, πῶς ἂν εἴη φερέγγυος [ὁ] μάρτυς ὁ τούτοις ἀνοσιώτατα χρήσασθαι πειραθείς; ἀλλὰ ταῦτα μὲν ὀλίγον ὕστερον ἐπαναλαβόντες ἐντελέστερον ἐροῦμεν· ἐπανιτέον δὲ πάλιν εἰς τὴν τοῦ γράμματος ἱστορίαν.