Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De engastrimytho contra Origenem
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-antiochiensis" aria-label="More works by Eustathius Antiochiensis"> —
⋯
More
Original / primary: Pg Scrape Grc
30.1.1
Εἰ οὖν αὐτὸ τοὔνομα κατὰ τοῦ πράγματός ἐστι τεταγμένον ὀρθῶς, ἐν γαστρὶ μῦθον ἔοικεν ἀναπλάττειν ἡ ἐγγαστρίμυθος· οὐ γὰρ ἐκ τοῦ φυσικοῦ φθέγγεται νοῦ σωφρόνως, ἀλλ' ἐν τοῖς ἐνδοτάτω μορίοις ἐμφωλεύων ὁ δαίμων αὐτὴν ἐπινέμεται καὶ βλάπτει τὴν φρόνησιν, ἐκ δὲ τῆς γαστρὸς ἐξηχεῖ μυθώδη πλάσματα συγκροτῶν, εἰς ποικίλα δὲ μεταμορφούμενος εἴδη διαφόροις ἰνδάλμασιν ὑπάγει τὴν ψυχήν.
30.2.1
ἐπειδὴ δὲ παντοδα ποῖς ἐξαλλάττεται σχήμασι πολυπρόσωπος ὤν, οὐδὲν ἧττον ἔτι καὶ ἐκ τῆς γῆς ἀναβαίνειν ὑποκρίνεται καὶ φωνεῖν· εἶτα παρ' ἑκάτερα τὰς διακονίας ἀμείβων ὁμοῦ ταῖς μορφαῖς, ἄλλον μὲν τὸν ἀναβαίνοντα παρὰ τὸν καλοῦντα δοκεῖ παριστᾶν, ὁ αὐτὸς δὲ τῇδε κἀκεῖσε περιτρέχων ἀλλάττει τὰς ἰδέας, ἵνα ἔργοις ἀποδεικνύῃ καὶ λόγοις ὅτι ψεύστης ἐστίν.
30.3.1
ὑποτυποῦται γοῦν αὐτὰ τὰ πρόσωπα νεκρῶν ἀνάγειν, ὡς εἰκός ἐστιν ἐκ τοῦ τοιοῦδε δράματος ὑπολαβεῖν, ἀμειδεῖς μὲν ὄψεις, σκυθρωπὰ δὲ φάσματα πεπλασμένως εἰσάγων, ὅλα δὲ κατηφῆ καὶ νεκρᾶς ὀδμῆς ἀνάπλεα παριστῶν ὡς ἐξ ᾅδου μετακεκλημένα δεινοποιεῖ, καὶ καθάπερ εἱρκτῆς ἢ δεσμῶν ἀνειμένα πρὸς ὀλίγον, εἶτα πάλιν ἐντεῦθεν ἐκεῖσε διαβαίνοντα.
30.4.1
τοιγάρτοι καὶ καταπλήττει τοῖς δείμασι τὴν ψυχὴν ἐκ τῶν ὄψεων, ὠχρὰ μὲν εἴδη πλάττων, ὄμμα δὲ βλοσυρὸν ἢ κατηφές, ἅτε δὴ νεκρῶν ἀρτίως ἐμπνεῖν καὶ πάλιν ἐκπνεῖν ὑπισχνουμένων· εἴωθε γὰρ ὑποκρίσει συσχηματίζεσθαι τοῖς δεινοῖς ὁ πλαστογράφος.
30.5.1
ἀλλ' ἔσθ' ὅτε μὲν αὐτὸς ἑαυτὸν εἰς πολλὰς ἀλλάττει μορφάς, ἔσθ' ὅτε δὲ συνεργοῖς ἀποκέχρηται τοῖς ὁμοήθεσιν αὐτῷ δαίμοσιν, οὔτε δὲ ψυχὰς ἐξ ᾅδου μεταπέμπεται προφητῶν οὔτε πνεύματα δικαίων οὔτε τὰς ἀγγελικὰς ἀξίας, ἀλλὰ τοὐναντίον ἐγένετο μὲν εἰς τὸ καταπαίζεσθαι πρὸς τῶν ἀγγέλων, ἐξεδόθη δὲ τοῖς ἀρίστοις ἀνδράσιν ὥστε πατεῖσθαι πρηνὴς εἰς τοὔδαφος ἀπορραγείς.
30.6.1
ἀλλ' οὗτος μὲν ἐκ τῶν ἀνωτάτω ῥοιζήματι βιαίῳ κατενεχθεὶς ὑπεστόρεσε τὰ νῶτα· μόνῳ δὲ τῷ παντοκράτορι πάρεστι θεῷ καὶ τῷ θειοτάτῳ τούτου παιδὶ ψυχὰς ἀνάγειν ἐξ ᾅδου καὶ χοροὺς ἀγγέλων ἐν τάξει παρεστῶτας ἔχειν, ὅπερ ἴδιον ἔκκριτον ὑπάρχει τῆς τοῦ θείου φύσεως.

Intertext edge

Open linked passage

Note