Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De engastrimytho contra Origenem
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-antiochiensis" aria-label="More works by Eustathius Antiochiensis"> —
⋯
More
Original / primary: Pg Scrape Grc
3.1.1
Ὡς οὖν ἡ γυνὴ τὸν ἔκφρονα Σαοὺλ ἐθεάσατο, πλαττομένη μὴ εἰδέναι τὸν δυνάστην ἀνθυπέφερεν ὡς αὐτὸς ἄμεινον ἂν εἴη γινώσκων ὅσα πεποιήκει τοῖς περὶ ταῦτα δεινοῖς ὁ Σαούλ, «ὡς ἐξωλόθρευσε τοὺς ἐγγαστριμύθους» ἔφη «καὶ τοὺς ἐκφωνοῦντας ἀπὸ τῆς γῆς» 3. 2 ἕνεκα δὲ τούτου παγιδεύσασθαι πρὸς αὐτοῦ τὴν ψυχὴν ἔφασκεν εἰς θάνατον. ἐπειδὴ δὲ πιστωσάμενος ὅρκῳ διεβεβαιώσατο μηδὲν αὐτὴν ὑποστῆναι σκαιόν, αὖθις ἐπιρρωσθεῖσα τῇ κακίᾳ παρρησιέστερον ἀποκρίνεται δήπουθεν ἡ γυνή· «τίνα» φησὶν «ἀναγάγω σοι;» 3. 3 ποταπὴ καὶ ὁποία καὶ τίς ἡ κακοδαίμων ἐτύγχανεν αὕτη γραῦς, ἵνα ὑπόσχηται τὸν Σαμουὴλ ἐκ νεκρῶν ἀνάξαι; καὶ μήν, εἴ γε δεῖ τὸ τῆς ἀξίας ὑπερθεμένους εἰπεῖν, οὐχ ὁπωσοῦν ἠδύνατο προφητικὴν ἀνάξαι ψυχήν, ἀλλ' οὐδὲ τῶν ἐπιτυχόντων οὐδενὸς οὐδ' ὅλως, ἀλλ' οὐδὲ μύρμηκος ἢ ψύλλης. οὐ γὰρ οἱ δαίμονες ἐξουσίαν ἔχουσιν πνευμάτων τε καὶ ψυχῶν, ἀλλ' ὁ πάντων ὁμοῦ δεσπόζων θεός· ὥστε τῇ θείᾳ δοτέον φύσει μόνῃ ἐξ ᾅδου μεταπέ μπεσθαι καὶ πάλιν ἀνακαλεῖσθαι ψυχάς.
3.4.1
ἀλλ' ὁ κομψὸς Ὠριγένης, εἰδωλολατρείας ὄργανα καὶ νεκυομαντείας εὑρήματα τῷ τῆς ἐκκλησίας ἐθέλων ἐπεισκυκλῆσαι χορῷ, τοῦ θείου καταψεύδεται γράμματος. αὐτῆς γάρ τοι τῆς γραφῆς ἀναφανδὸν ἐκβοώσης ὡς εἶπεν ἡ γυνὴ «τίνα ἀναγάγω σοι;», τοὐναντίον ἀντιστρέψας οὗτος, τὸ πρόσωπον ἔφη ταῦτα εἰρηκέναι τοῦ ἁγίου πνεύματος.
3.5.1
εἶτα τοσοῦτον ἐξετράπη παρασυρείς, ὥστε οὐκ ἐρυθριᾷ τῷ ἁγίῳ περιτιθέναι πνεύματι τὰ τὴς ἐπιλήπτου ῥήματα· τοιαῦτα δὲ γυμνοτέρᾳ τῇ γλώττῃ βλασφημῶν, εἰς τὸ πνεῦμα τὸ ἅγιον ἀναφέρει τὸ πᾶν, ἀξιοπίστῳ τοὺς αὐτηκόους ὀνόματι καταιδέσαι πειρώμενος.
3.6.1
ἤρετο μὲν οὖν, ὡς ἔφην, ἡ γυνή, καὶ καθάπερ ἐξουσίαν ἔχουσα τοῦ μεταπέμπεσθαι τοὺς νεκροὺς ἐκφωνεῖ· «τίνα» φησὶν «ἀναγάγω σοι;». τοῦ δὲ μαντευομένου φήσαντος ἀναχθῆναι τὸν Σαμουήλ, αὖθις ἐπιφέρει· «καὶ εἶδεν ἡ γυνὴ τὸν Σαμουὴλ» ἔφη «καὶ ἐβόησεν φωνῇ μεγάλῃ καὶ εἶπεν» τῷ δυνάστῃ «διὰ τί παρελογίσω με; καὶ σὺ εἷ Σαούλ».
3.7.1
ὧς δὲ ὁ βασιλεὺς ἔφησεν αὐτῇ «μὴ φοβοῦ» καὶ τὸ «τί ἑόρακας;» ἐπάγει προσθείς, αὖθις ἀνθυπενέγκασα πάλιν ἡ πυθόμαντις ἔφη· «θεοὺς ἑόρακα ἀναβαίνοντας ἐκ τῆς γῆς». ἐπειδὴ δὲ καὶ τὸ τελευταῖον ὁ δυνάστης ἤρετο, «τί ἔγνως;» εἰπών, αὐτίκα πάλιν ἀθυπήνεγκε πρὸς ἔπος «ἄνδρα ὄρθιον ἀναβαίνοντα ἐκ τῆς γῆς, καὶ οὗτος ἀναβεβλημένος διπλοΐδα».
3.8.1
τί οὖν ἐπὶ τούτοις ἡ θεία διαγορεύει γραφή; «καὶ ἔγνω Σαοὺλ ὅτι Σαμουήλ ἐστιν οὗτος, καὶ ἔκυψεν ἐπὶ πρόσωπον αὐτοῦ ἐπὶ τὴν γὴν καὶ προσεκύνησεν αὐτῷ.» φαίνεται τοίνυν ὡς οὐδαμοῦ τὸ παράπαν ἡ τοῦ θείου γράμματος ἔφησεν ἐκδοχὴ τὸν Σαμουὴλ ἀνῆχθαι διὰ τῆς ἐγγαστριμύθου· 3. 9 ἀλλ' αὐτὴ μὲν προηγουμένως διὰ τοῦ ἐκβακχεύοντος αὐτὴν δαίμονος ἀποφθέγγεται δεῖν ἀνάγειν αὐτόν· εἶτα καὶ θεοὺς ἀνιόντας ἐπικομποῦσα θεωρεῖν, ἀπάτῃ μὲν ἐδίδου τὰ σημεῖα τἀνδρὸς εἰς ἐνέδραν, ὁ δὲ παράφρων «ἔγνω Σαοὺλ» ἐξ ὧν ἀκήκοεν ὡς αὐτὸς οὗτός ἐστι Σαμουήλ.

Intertext edge

Open linked passage

Note