Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De engastrimytho contra Origenem
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-antiochiensis" aria-label="More works by Eustathius Antiochiensis"> —
⋯
More
Original / primary: Pg Scrape Grc
5.1.1
«καὶ διὰ τί» φησὶν «οὐκ εἴρηται· εἶδεν ἡ γυνὴ δαιμόνιον ὃ προσεποιεῖτο εἶναι Σαμουήλ;» ἀλλὰ γεγράφθαι πρὸς ἐπὶ τούτοις ἔφησεν «ἔγνω Σαοὺλ ὅτι Σαμουήλ ἐστιν»· εἶτα πάλιν ἐπιφέρει προϊών· «εἰ μὴ ἦν Σαμουήλ, ἔδει γεγράφθαι· καὶ ἐνόμιζεν Σαοὺλ εἶναι αὐτὸν Σαμουήλ.
5.2.1
νῦν δὲ γέγραπται·" ἔγνω Σαούλ". οὐδεὶς δὲ ἔγνω τὸ μὴ ὄν·" ἔγνω" οὖν" Σαοὺλ ὅτι Σαμουήλ ἐστιν καὶ ἔπεσε ἐπὶ πρόσωπον ἐπὶ τὴν γῆν καὶ προσεκύνησεν αὐτῷ" «. ἵνα δὲ μὴ παρεκβὰς ἐφ' ἕτερα τῶν παραδειγμάτων– ἐξ αὐτῶν ὧν ἔγραψεν ἐνταῦθα ποιήσομαι τὴν ἐρώτησιν, εἶθ' οὕτως ἐπὶ τὰ λοιπὰ βαδιοῦμαι παραδείγματα.
5.3.1
καί μοι λέγε πρὸς θεοῦ· τί φής, ὧ Ὠρίγενες; πότερον ἡ γυνὴ τὸν Σαμουὴλ ἀνήγαγεν αὐτῷ σώματι ἤ τί γε σχῆμα σκιαγραφίας εἴδει περιβεβλημένον; εἰ μὲν οὖν ἀσώματον ἀνήγαγεν αὐτόν, οὐκ ἄρα τὸν Σαμουὴλ ἀνέστησεν, ἀλλὰ πνεύματος ἰδέαν· ὁ γὰρ ἐκ ψυχῆς καὶ σώματος ἡρμοσμένος οὗτός ἐστι Σαμουήλ, ὁ ἄνθρωπος ὁ κρᾶσιν ἔχων ἐξ ἀμφοῖν ἀνάλογον.
5.4.1
εἰ δὲ ὁλόσωμον αὐτὸν ἀνήγαγεν τὸν ἄνδρα, πῶς οὐχ ἑόρακεν αὐτὸν ὁ Σαούλ; εἰ γὰρ ἦν αὐτοψεὶ θεασάμενος αὐτόν, οὐκ ἂν ὡς ἀβλεπτῶν ἐξήταζε τὴν γυναῖκα, φάσκων αὐτολεξεὶ τὸ «τί ἑόρακας;». οὐκοῦν εἰ μὲν ἀόρατος ἦν, ἀναμφίλογον ἀσώματος ἦν· εἰ δὲ ἀσωμάτῳ σχήματι διεφαίνετο, τί δήποτε τοὐναντίον ἔφραζεν ἡ πυθόμαντις, ἑορακέναι μὲν «ἄνδρα ὄρθιον ἐκ τῆς γῆς ἀναβαίνοντα», «διπλοΐδα» δὲ κατὰ τὸ πρόσθεν ἔθος «ἀναβεβλημένον»;
5.5.1
ἄρ' οὖν αὐτὰ τὰ πράγματα μάχεταί σου τοῖς λόγοις, Ὠρίγενες· ὁ μέν γε Σαοὺλ οὐδὲν ὅλως ἑορακὼς ὡς περὶ φαντάσματος ἀοράτου διαλεγόμενος ἐπυνθάνετο τὸ «τί ἑόρακας;» εἰπών, ἡ δὲ τοὐναντίον ὡς αὐτὸν ἄνθρωπον ἰδοῦσα κέκραγεν «ἄνδρα ὄρθιον ἀναβαίνοντα ἐκ τῆς γῆς», ὑπὲρ δὲ τοῦ πεῖσαι ὠς αὐτὸς ἄνθρωπός ἐστι, δίδωσιν αὐτῷ καὶ σημεῖον ἐπιφθεγξαμένη «καὶ οὖτος ἀναβεβλημένος διπλοΐδα».
5.6.1
τί οὖν, ὧ τῆς ἀθεμίτου μαντείας ὑποθήμων, εἴπερ ἐτύγχανεν ἀνήρ, οὐκ εἶδεν αὐτὸν ὁ Σαούλ; ἐκτὸς εἰ μή τι καὶ τὸ αἰσθητὸν ὄμμα τυφλώττειν αὐτὸν εἴποις, ὥσπερ οὖν ἀμέλει καὶ τὸ τῆς ἐννοίας αὐτὸ τὸ νοητόν.

Intertext edge

Open linked passage

Note