De engastrimytho contra Origenem
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-antiochiensis" aria-label="More works by Eustathius Antiochiensis">
—
⋯
Original / primary: Pg Scrape Grc
9.1.1
Ἀλλὰ τὰ τοιαῦτα μὲν εἰ παραφέροιμι μαρτύρια, τάχα ἴσως ὁ χρόνος ἡμᾶς ἐπιλείψει λέγοντας· ἄλλην δὲ μίαν παραδείγματος εἰκόνα προσθεὶς ἀρκεσθήσομαι. τοιγαροῦν ἐν τῷ τῆς Ἐξόδου κατασεσήμανται20 προγράμματι πῶς ἐπέταττε τοῖς ἀμφὶ Μωσέα καὶ Ἀαρὼν αὐτὸς ὁ κύριος εἰς ἔδαφος ἐκρίψειν τὴν ῥάβδον ἀντικρὺ Φαραώ, ἵνα εἰς ὄφιν ἀμείψασα τὸ σχῆμα σημείῳ καταπλήξοι φοβερῷ τοὺς Αἰγυπτίους.
9.2.1
ὡς δὲ τοῦτο ἐγίνετο παραδόξως, ὁ δυνάστης ἀνοίᾳ φενακιζόμενος ἀβούλῳ συνεκαλέσατο μὲν ὁμόσε «τοὺς σοφιστὰς καὶ τοὺς φαρμακοὺς Αἰγύπτου». «ἐποίησαν» δὲ «καὶ οἱ ἐπαοιδοὶ τῶν Αἰγυπτίων» ἔφη «ταῖς φαρμακείαις αὐτῶν ὡσαύτως, καὶ ἔρριψεν ἕκαστος τὴν ἑαυτοῦ ῥάβδον, καὶ ἐγένοντο δράκοντες· καὶ κατέπιεν ἡ ῥάβδος Ἀαρὼν τὰς ἐκείνων ῥάβδους».
9.3.1
ἔτι γε μὴν ἀναφερόμενόν ἐστιν ὡς αἷμά τε καὶ βατράχους «ἐποίησαν οἱ ἐπαοιδοὶ τῶν Αἰγυπτίων ὡσαύτως». ἐπεὶ οὖν ἡ διηγηματικὴ μηδὲ δεῦρο διαιρεῖ φωνὴ τὰς ἑκατέρων τάξεις, ὡσαύτως δὲ καὶ τοὺς ἐπαοιδοὺς ἐξεῖπεν πεποιηκέναι, παρὰ τοῦτο φαίη τις ἂν ὅτι τὰ δεδραμένα τοῖς φαρμακοῖς ὅμοια τοῖς διὰ Μωσέως γενομένοις ἐστίν.
9.4.1
οὐ μὲν οὖν, εἴποι τις ἄν, ἀλλ' οὐδὲ θεμιτὸν ἂν εἴη λέγειν ὡς ἐξομοιοῦται τὰ περίεργα καὶ γοώδη τοῖς οὐρανίοις ἀπομιμήμασιν. ὅσα μέν γε διὰ Μωσέως ἐπράττετο τὴν ἀλήθειαν ἐκ τῶν δρωμένων ἐξέφαινεν, ὅσα δ' αὖ διὰ τῶν ἐπαοιδῶν ἐκαττύετο, τῷ δοκεῖν ἐφάνταζε τὰς ὄψεις· αὐτοτελῆ γὰρ ἔλεγχον ἐκ τῆς ἀδρανείας ἐπεφέρετο τὸ ψεῦδος, ἐπεὶ πῶς ἡ μία κατέπιεν ῥάβδος ἄφνω τὰς πολλὰς ἐκείνας;
9.5.1
οὐδέ γε θέμις ἐστὶν ἐννοεῖν ὡς ἐκ τῶν ἀψύχων ἐκεῖνοι ῥάβδων ἐμψύχους ἠδύναντο δράκοντας ἀποτελεῖν ἀθρόως· ἀμείνους γὰρ ἂν ἧσαν ἴσως ἡμῶν οἱ τὰ νεκρὰ δυνάμενοι ψυχῶσαι ξύλα. τάχα δὲ οὐδὲ Μωσῆς παράδοξον ἔπραττεν ἂν οὐδέν, εἰ τὰ παραπλήσια τούτοις εἰργάζετο.
9.6.1
καίτοι πῶς οὐ δίκαιον ἀδρανῆ φαίνειν αὐτὰ δι' αὐτοῦ τοῦ γραφικοῦ μηνύματος; εἰ γὰρ ἀμυνόμενος τοὺς Αἰγυπτίους ὁ θεὸς ἅπαντα μὲν ἐπεκελεύετο τὰ ῥεῖθρα τῶν ὑδάτων εἰς αἷμα μεταβάλλεσθαι τιμωρίας χάριν, οἱ δὲ τοιαύταις αἰκιζόμενοι πληγαῖς εἰς αἵματος ἰδέαν ἀμείβουσι τοὺς ὀχετοὺς ὡσαύτως, αὔξειν ἐπιτεχνώμενοι τὸ πάθος, ἕνεκα τίνος ἀξιοῦσι καὶ δέονται πιεζόμενοι τῇ δίψῃ καθαρισθῆναι τὰ κατὰ πᾶσαν Αἴγυπτον ὕδατα τῆς αἱμοφόρου μίξεως;
9.7.1
ἢ αὖ πάλιν ἀπειροπληθεῖς ἄφνω θεασάμενοι βατράχους, τί δήποτε παραιτούμενοι τοὺς ὄχλους αὐτῶν αὖθις ἔπλαττον ἄλλους, εἰ μὴ τῶν μὲν ὡς ἐν σκιᾷ καὶ φαντασίας εἴδει φαινομένων οὐκ ἐπεφρόντιζον, ὑπὸ δὲ τῶν ἄλλων ἔργῳ δεικνυμένων ἐλυμήναντο δεινῶς;
9.8.1
οὐδεὶς γὰρ ἂν ἕλοιτο τῷ πολεμίῳ πλήθει ἕτερον προστιθέναι πλῆθος ἀναρίθμητον ἀντὶ τοῦ νεολέκτους στρατολογεῖν εἰς συμμαχίαν δορυφόρους, οὐδὲ ἐπεγεῖραι πυρετῷ πυρετὸν ἀπαλλαγῆναι τοῦ πρώτου γλιχόμενος, οὐδὲ πληγῶν ἀφορήτων βίᾳ μαστιζόμενος ἄλλας ἑαυτῷ προσεπιφέρειν πληγάς, ἀνεθῆναι τούτων ἀφέσει καθαρᾷ καὶ πρεσβείᾳ καὶ δεήσει προσλιπαρῶν· 9. 9 ἀλλ' οὐδὲ τῶν οἴκοι πιπραμένων, ἀντὶ τοῦ σβεστήρια καταψεκάζειν ὄργανα, τοὐναντίον ἔλαιον ἢ πίτταν ἐπιχέων εἰς ἄμετρον μὲν ὕψος ἐγείρει τὴν φλόγα, φλεγομένη δὲ μεῖζον τὸ πάθος αὔξει καὶ πὺρ ἄρδει κατὰ πυρὸς ἀπειροκάλως.
9.10.1
οὕτως ἄρα, δι' ὧν ἐφιλοτιμοῦντο πράττειν οἱ φαρμακοί, διὰ τούτων ἐναργεῖς ἐξέφερον ἐλέγχους ὡς οἰησικοπίᾳ φαντασιώδει ψυχαγωγεῖν ᾤοντο δεῖν ἑαυτούς. ἔστιν γοῦν αὐτόθεν οὐ χαλεπῶς ἰδεῖν ὅτι καὶ νυνὶ πολλῷ πλείονα καὶ μείζονα τούτων ἐν τοῖς θεάτροις οἱ ψηφοπαῖκται δρῶσιν εἰωθότως.
9.11.1
ἀλλ' ὅμως αὐτοσχεδίῳ δυνάμει τούτων ἄντικρυς ἁλισκομένων ἑώλων, οὐδὲν ἧττον ἡ διηγηματικὴ προγράφει φωνή «καὶ ἐποίησαν οἱ ἐπαοιδοὶ τῶν Αἰγυπτίων ταῖς φαρμακείαις αὐτῶν ὡσαύτως». ἔδει τοίνυν, ὡς ὁ δογματιστὴς ἐνομοθέτησεν Ὠριγένης, εἰπεῖν· ἐποίησαν δὲ τὰ παραπλήσια τῷ δοκεῖν οἱ ἐπαοιδοὶ τῶν Αἰγυπτίων, ἀλλὰ μὴ λέγειν «ὡσαύτως», ἵνα μή τις ὑπολάβοιεν ἂν ὡς ἐξ ὁμοίας ὁρμᾶται δυνάμεως.
9.12.1
εἰ γὰρ ὅμοια τοῖς ἀμφὶ Μωσέα πράττειν οἷοί τε ἧσαν, οὐκοῦν ὡσαύτως ἠδύναντο τοὺς ἐναντίους ἀμύνασθαι τοῖς ἴσοις, ὥστε τοὺς ἀγῶνας ἑκατέρωθεν ὑπάρχειν ἀντιπάλους. εἰ δ' οὐδένα δι' ὧν ἐσχημάτιζον ἔβλαπτον, ἀποκέχρηται μὲν ἄρα τῷ ῥήματι, πρόδηλα δὲ τὰ τῆς ἀψύχου φαντασίας ἐκτυπώματα.
9.13.1
οἷα δὴ κἀνταῦθα τὸ τῶν ἐπαοιδῶν ὄνομα προτάξας ὁ20 συγγραφεὺς καὶ τὰ τῆς φαρμακείας ἐπιτηδεύματα, διέδειξεν ὡς οὐ χρεὼν ἂν εἴη τὸ παράπαν ἀμφισβητεῖν ὅτι τοῖς μάγοις ἕκαστα περιεργίᾳ διαπράττεται20 γοώδει.
9.14.1
τοιαῦτα καὶ τὰ τῆσδε τῆς ἱστορίας ἀπογράφεται δράματα· αὐτὸς γὰρ ἐγγαστρίμυθον ὀνομάσας, εἶτα καὶ μαντικῆς εὑρήματα διελέγχων ἀσεβῆ, δαιμονιζομένου τε τὸ πρόσωπον ἀποδείξας εἶναι τὸ μαντευόμενον, αὐτοτελῶς ἐξέφηνεν ὅτι φαντασιοκοπίαις ἕκαστα διεπράττετο κιβδήλοις. Ἀλλὰ ταῦτα μὲν ἡμῖν οὕτω νοητέον.