De fide contra Arianos
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-antiochiensis" aria-label="More works by Eustathius Antiochiensis">
—
⋯
Original / primary: Pg Scrape Grc
1.1
De fide contra Arianos (fragmenta) 63 Ἀρχὴ γάρ τοι τῶν καλλίστων τῆς δικαιοσύνης ὁδῶν γεγένηται ἡμῖν ὁ ἄνθρωπος τοῦ Χριστοῦ, τοῖς κρείττοσι τῶν ἐπιτηδευμάτων προσάγων ἡμᾶς. Σεμνοπρεπῶς προσαρμόττει τῷ Πνεύματι, ξεναγεῖ εἰς τὸν παράδεισον, εἰς τὴν οἰκείαν ἀποκαθίστησι νομήν. Διὸ καὶ ὁ Χριστὸς ἔλεγεν· ἐγώ εἰμι ἡ ὁδὸς καὶ ἡ ἀλήθεια καὶ ἡ ζωή. Τῷ μὲν οὖν ὀνόματι τῆς ὁδοῦ τὴν κατὰ ἄνθρωπον δηλοῖ περιβολὴν, ὅπερ ἔστι τῶν σωματικῶν καὶ τῶν ὁρατῶν· γῆς γάρ τι μόριον ἡ ὁδὸς καὶ αἰσθητὸν ἔδαφος καθέστηκε· τὸ δὲ ὄνομα τῆς ἀληθείας τῆς ζωῆς τὴν τοῦ Πατρὸς φύσιν· ἡ γὰρ ἀλήθεια πρᾶγμά τι νοητὸν οὔτε ὄμμασιν οὔτε ἁφῇ ὑποπίπτον.