Homilia christologica in Lazarum
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-antiochiensis" aria-label="More works by Eustathius Antiochiensis">
—
⋯
Original / primary: Pg Scrape Grc
10.1
Οὕτω καὶ ὁ Κύριος ἡμῶν μέλλων ἐγείρειν ἐξ ᾅδου τὸν Λάζαρον, ἐδάκρυε μὲν ὁ φιλοικτίρμων καὶ κατεσπλαγχνίσθη, τὴν τοῦ ἀνθρώπου φύσιν φθειρομένην ὁρῶν καὶ τοῖς συνελθοῦσιν ἅμα σκυθρωπάζων, ἐνεβριμήσατο δὲ ἀοράτως τῷ κατέχοντι θανάτῳ καὶ φωνήσας ὁρατῶς τῷ κατεχομένῳ, τὸ μέγα τῆς οἰκείας δυνάμεως ἀπεποίησε σημεῖον, τῆς καθόλου ἀναστάσεως ἐμφανίσας τὸν ἀρραβῶνα. Διὰ τοῦτο συνανεκλίθη τῷ ποιηθέντι εὐφραινόμενος, ὡς πιστοποιήσας διὰ τῶν ἔργων ὅτι αὐτός ἐστιν «ἡ ζωὴ καὶ ἡ ἀνάστασις ἡμῶν»· προαναπεφώνητο γάρ που παρ' αὐτοῦ καὶ τοῦτο διὰ τοῦ προφήτου· «εὐφρανθήσομαι ἐν τῷ ἀγαθοποιεῖν με αὐτοῖς.»