Homilia christologica in Lazarum
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-antiochiensis" aria-label="More works by Eustathius Antiochiensis">
—
⋯
Original / primary: Pg Scrape Grc
11.1
Τῷδε τῷ θαύματι καὶ τῇ ἑαυτῶν ἑορτῇ αἱ τίμιαι μαθή τριαι τοῦ Σωτῆρος καὶ τοῦ ἀναστάντος ἀδελφαὶ διηκόνουν, ἡ μὲν τὰ τῆς ὑποδοχῆς, ἡ δὲ τὰ τῆς φιλοθεΐας προσκομίζουσαι. Ἦν γάρ πως ἡ Μάρθα φιλόξενος μὲν ὡς ἀβραμιαία, φιλόπτωχος δὲ ὡς ὁ Ἰὼβ, καὶ φιλόχριστος τὴν ὁμολογίαν ὡς Πέτρος, ἠνεῳγμένην ἔχουσα τὴν τῆς φιλοξενίας ἀγαπητικὴν θύραν παντὶ ἐρχομένῳ· ὅθεν οὐ λεληθότως, οὐδὲ ἐν ἀγνοίᾳ, ὡς πάλαι ὁ Λὼτ, ἀγγέλους ἐξένισεν, ἀλλ' ἐν εἰδήσει ἀγαθῇ καὶ διαθέσει τὸν τῶν ἀγγέλων δημιουργὸν καὶ κύριον ὑπὸ τὴν ὀροφὴν εἰσεδέξατο. Καὶ ἡ μὲν Μάρθα τοιαύτη καὶ τηλικαύτη καὶ ἐν τηλικούτοις.