Homilia christologica in Lazarum
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-antiochiensis" aria-label="More works by Eustathius Antiochiensis">
—
⋯
Original / primary: Pg Scrape Grc
13.1
Ἤκουσεν· «ὁ πιστεύων εἰς ἐμὲ κἂν ἀποθάνῃ, ζήσεται», ἐπέγνω τὸν τῆς ζωῆς χορηγὸν καὶ εὐθυβόλῳ χρησαμένη φωνῇ ἀνέκραγεν· «ἐγὼ πεπίστευκα ὅτι σὺ εἶ ὁ Χριστὸς ὁ υἱὸς τοῦ θεοῦ ὁ εἰς τὸν κόσμον ἐρχόμενος.» Ἔδει γὰρ τὴν γυναικείαν φύσιν ἐπιγνῶναι καὶ ὁμολογῆσαι τὸν κτίστην καὶ θεόν. Πρῶτον Πέτρος θεοδιδάκτως ὁμολογεῖ, δεύτερον Μάρθα θεομυήτως ἀναφωνεῖ, τρίτον Ἰωάννης ἐν δέλτοις θεοφρόνως καὶ μονογενῶς θεολογεῖ. Πέτρος καὶ Μάρθα· «σὺ εἶ ὁ Χριστὸς ὁ υἱὸς τοῦ θεοῦ τοῦ ζῶντος·» Ἰωάννης· «ἐν ἀρχῇ ἦν ὁ Λόγος καὶ ὁ Λόγος ἦν πρὸς τὸν θεὸν, καὶ θεὸς ἦν ὁ Λόγος. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν.»