Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Homilia christologica in Lazarum
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-antiochiensis" aria-label="More works by Eustathius Antiochiensis"> —
⋯
More
Original / primary: Pg Scrape Grc
14.1
Πρόσεχε, ἀγαπητὲ, τῷ φωτισμῷ τῆς ἀληθείας, φεῦγε τὸ σκότος τῆς πλάνης. «Σὺ εἶ, φησὶν, ὁ Χριστός»· οὐ ψιλὸς Χριστὸς ἄνθρωπος, ἀλλ' υἱὸς τοῦ θεοῦ τοῦ ζῶντος, ὁ Λόγος ὁ γενόμενος σὰρξ ἄτρεπτος δι' ἡμᾶς, ὁ μόνος υἱὸς τοῦ θεοῦ τοῦ ζῶντος, ὁ Λόγος ὁ γενόμενος σάρξ· οὐχ εἷς τῶν Ἰουδαϊκῶν χριστῶν, οὐχ εἷς τῶν Ἰουδαϊκῶν καὶ παρεγγράπτων χριστῶν, ἀλλὰ σὺ κατὰ Παυλὸν, «ὁ εἷς Κύριος, ὁ ἐπὶ πάντων εὐλογητὸς εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν·» σὺ εἶ μόνος Χριστὸς καὶ υἱὸς μονογενὴς τοῦ θεοῦ, τοῦ ζῶντος· «ἐθεασάμεθα, φησὶν ὁ εὐαγγελιστὴς, τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ Πατρὸς, πλήρης χάριτος καὶ ἀληθείας·»

Intertext edge

Open linked passage

Note