Homilia christologica in Lazarum
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-antiochiensis" aria-label="More works by Eustathius Antiochiensis">
—
⋯
Original / primary: Pg Scrape Grc
15.1
σὺ εἶ ὁ πρωτότοκος καὶ ὁ μονογενὴς καὶ μόνος σὺν ἁγίῳ Πνεύματι ὁμοούσιός τε καὶ ὁμότιμος καὶ ἰσοδύναμος τῷ γεγεννηκότι, ἄναρχός τε καὶ συναΐδιος θεῷ Πατρί· σὺ εἶ ὁ Χριστὸς, οὐχ εἷς τῶν ὑπό σου κτισθέντων ἀοράτων καὶ λειτουργικῶν σου δυνάμεων, ἀλλὰ φυσικῶς υἱὸς τοῦ θεοῦ τοῦ ζῶντος. «Οὐ πρέσβυς γὰρ οὐδὲ ἄγγελος, ἀλλ' αὐτὸς ὁ Κύριος, φησὶν, ὡς εἶπεν Ἡσαΐας, ἔσωσεν ἡμᾶς, ἔσωσεν αὐτούς·» ὥστε οὐκ εἰσὶν οἱ ἄγγελοι χριστοί· σὺ εἶ ὁ Χριστὸς τοῦτ' ἔστιν οὐκ ἄνθρωπος Χριστὸς, ἀλλὰ θεὸς Χριστὸς, θεὸς ἐνανθρωπήσας, οὐκ ἄνθρωπος ἀποθεωθεὶς, ἀλλὰ χρίσας τὴν οἰκείαν καὶ ἑκούσιον σάρκωσιν τῇ οἰκείᾳ θεότητι δι' ὃ καὶ εἴρηται· «μῦρον ἐκκενωθὲν ὄνομά σου,» καὶ «εἰς ὀσμὴν μύρων σου ἐκδραμούμεθα·» σὺ εἶ ὁ Χριστὸς ὁ παρὰ πάσης κτίσεως προσκυνούμενος, ὡς εἷς Κύριος καὶ θεὸς, ὡς εἷς Υἱὸς, ὡς εἷς Δεσπότης σὺν Πατρὶ [καὶ] τῷ ἁγίῳ Πνεύματι.