Homilia christologica in Lazarum
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-antiochiensis" aria-label="More works by Eustathius Antiochiensis">
—
⋯
Original / primary: Pg Scrape Grc
16.1
Πάλιν ἐπανάξωμεν τὸν λόγον ἐπὶ τὴν καλλίστην ἀδελφότητα τῶν εὐσεβῶν καὶ πιστῶν ἀδελφῶν. Ὦ συμπνοίας τῶν φίλων καὶ θεραπόντων γνησίων Χριστοῦ Ἰησοῦ ἑνὸς τῆς ἀκτίστου καὶ ὁμοουσίου Τριάδος. Βαβαὶ τῆς ἐντρίτου ἀγαπῆς τὸ ἀρραγὲς σπαρτίον· οὐδὲν τούτους τῆς τοῦ διδασκάλου καὶ δεσπότου ἀγαπῆς ἀπέρρηξεν, οὐκ ἀπιστία Ἰουδαίων, οὐκ ἀπείθεια Φαρισαίων, οὐ Σαδδουκαίων ὑλακὴ, οὐ σκάνδαλα ἱερέων ἀλλ' ἐγκεντρισθέντες ἅπαξ τὴν καλλιέλαιον τῇ πίστει, ἔμειναν ἔγκαρποι, πάσῃ προσβόλῃ ἄσειστοι καὶ ἀτίνακτοι, θεὸν γνωρίζοντες τὸν Χριστὸν, θεὸν καὶ ἄνθρωπον ἀδιαιρέτως καὶ ἀσυγχύτως ὁμολογοῦντες τὸν τοῦ θεοῦ υἱὸν, κηρύσσοντες τὸν Ἐμμανουήλ· 17 καὶ τότε ἔφη πρὸς αὐτὸν ἡ Μάρθα· «ἐγὼ πεπίστευκα ὅτι σὺ εἶ ὁ Χριστὸς ὁ υἱὸς τοῦ θεοῦ.» Τοῦτο Λάζαρος ἐν ἑαυτῷ ἐβεβαίωσεν, ταύτῃ συνταφεὶς τῇ πίστει καὶ ἐλπίδι· ἔτι γὰρ αὐτοῦ ζῶντος καὶ συνικετεύοντος τὸν πανταχοῦ παρόντα αἱ ἀδελφαὶ αὐτοῦ ἐδεήθησαν ὑπὲρ αὐτοῦ λέγουσαι· «Κύριε, ἴδε ὃν φιλεῖς ἀσθενεῖ.» Μαρία δὲ δι' ὦν ἔπραττεν τῇ τε τῆς ἀδελφῆς ὁμολογίᾳ καὶ τῇ τοῦ ἀδελφοῦ πίστει σύμφωνον ἐνεφάνιζεν καὶ τὴν οἰκείαν εὐσέβειαν.