Homilia christologica in Lazarum
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-antiochiensis" aria-label="More works by Eustathius Antiochiensis">
—
⋯
Original / primary: Pg Scrape Grc
18.1
Λαβοῦσα γὰρ τὸ μῦρον, οὐ λίθον ἄψυχον εἰς οἶκον θεοῦ ἔχρισεν καθάπερ Ἰακὼβ τῷ ὀφθέντι αὐτῷ ἐν τῷ ἀποδιδράσκειν αὐτὸν τὸν Ἠσαῦ, ἀλλὰ τὸν ἐκ τῆς θεοτόκου παρθένου ἑνωθέντα ἔμψυχον ναὸν τῷ ἀκτίστῳ καὶ δημιουργῷ τῶν ἁπάντων θεῷ ἤλειψεν, οὐ μίμημα μόνον ἀποσῴζουσα τῆς πρὸς τὸν Ἰακὼβ ἐν τοῖς οὕτω οἰκειότητος, ὡς ἀψευδὴς θυγάτηρ, ἀλλὰ καὶ ὑπερβαίνουσα πολλῷ πλέω τῇ πίστει καὶ ἐργασίᾳ τὸν πατριάρχην. Καθόσον ὁ μὲν τὴν σκιὰν ἐτύπου, ἡ δὲ τὴν ἀλήθειαν αὐτὴν ἐψηλάφα καὶ προσεκύνει.