Homilia christologica in Lazarum
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-antiochiensis" aria-label="More works by Eustathius Antiochiensis">
—
⋯
Original / primary: Pg Scrape Grc
19.1
Φαίνεται γοῦν δὶς τοῦτο ποιήσας ὁ Ἰακὼβ ἔν τε τῷ ἀποδιδράσκειν τὸν πρὸς φόνον ἐξηρτυμένον φθόνον, ἔν τε τῷ ἐπαναλύειν μετὰ τὴν θείαν ἐν Βεθὴλ ὀπτασίαν. Ἀλλ' οὐδ' οὕτως ἐξισοῦται τῇ τῆς θυγατρὸς εὐσεβείᾳ ἐν τούτῳ τῷ μέρει· πλεὸν γὰρ οὐδὲν ἢ λίθον ἀλείφειν εἰς τύπον τοῦ ἀκρογωνιαίου μεμάθηκε λίθου, αὕτη δὲ οὐ μόνον τὸν ἅγιον καὶ ἔμψυχον καὶ θεόκτιστον τοῦ ἀκτίστου καὶ ἀϊδίου θεοῦ ναὸν ἐψηλάφα καὶ ἤλειφεν, ἀλλὰ καὶ τὸν ἐν αὐτῷ ἀμερίστως ὄντα θεὸν σὺν αὐτῷ καὶ δι' αὐτοῦ προσκυνοῦσα, ἕνα Κύριον ἀδιαίρετον ὡμολόγει ἐν τῇ ὁρωμένῃ εὐπρεπείᾳ τὴν ἀόρατον κατανοοῦσα δόξαν, καὶ ἐν ψηλαφωμένῃ σαρκὶ τὸν ἀναφῆ καὶ ἀψηλάφητον καταμανθάνουσα θεὸν Λόγον.