Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Homilia christologica in Lazarum
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-antiochiensis" aria-label="More works by Eustathius Antiochiensis"> —
⋯
More
Original / primary: Pg Scrape Grc
1.1
Ἀκούσωμεν ἀγαπητοί· καὶ εἰς δεῦρο εὐαγγελίζεται τὴν Ἐκκλησίαν τοῦ θεοῦ ἡ ἱερὰ τῶν εὐαγγελίων σάλπιγξ. Καὶ τί εἰς εὐφροσύνην τοῖς πιστοῖς προστίθησιν; Ταύτην γὰρ κορωνίδα τοῦ λόγου καὶ ὁδηγὸν ποιησώμεθα πρὸς τὰ ἑξῆς. Φησὶν Ἰωάννης, ὁ εὐαγγελιστὴς, ὁ τῆς βροντῆς υἱὸς, ὁ τὰ ἄρρητα μυστήρια ἐκ τοῦ παμφόρου τῆς σοφίας χωρίου τῆς καρδίας τοῦ Κυρίου ἀρυσάμενος· «Πρὸ ἓξ ἡμερῶν τοῦ πάσχα, ἦλθεν ὁ Ἰησοῦς εἰς Βηθανίαν, ὅπου ἦν Λάζαρος ὁ τεθνηκὼς, ὃν ἤγειρεν ἐκ νεκρῶν. Ἐποίησαν οὖν αὐτῷ δεῖπνον· καὶ ἡ Μάρθα διηκόνει, ὁ δὲ Λάζαρος ἦν τῶν ἀνακειμένων αὐτῷ.»

Intertext edge

Open linked passage

Note