Homilia christologica in Lazarum
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-antiochiensis" aria-label="More works by Eustathius Antiochiensis">
—
⋯
Original / primary: Pg Scrape Grc
20.1
Οὐ γὰρ ἐσμίκρυνεν ἐν ὀφθαλμοῖς αὐτῶν τοῦ ἀοράτου θεοῦ τὴν δόξαν ὁ πρὸς ἡμᾶς συσχηματισμὸς αὐτοῦ, οὐκ ἐνύβρισεν ἐν ὀφθαλμοῖς αὐτῶν τὴν μεγαλοπρεπῆ τοῦ θεοῦ ἐξουσίαν τὸ τῆς συνανακλίσεως αὐτοῦ ταπεινὸν, οὐκ ἐμείωσεν τὸ τῆς διανοίας αὐτῶν κριτήριον [πρὸς] τὴν τοῦ ἀπροσίτου ὑπεροχὴν τὸ τῆς σαρκὸς ἀσθενὲς περιβόλαιον, οὐκ ἤμβλυνεν τὸν φόβον καὶ τρόμον τῆς ἀστέκτου δυνάμεως ἡ πρὸς τὴν συγκατάβασιν αὐτοῦ πεπαρρησιασμένη αὐτῶν ἀγάπη, ἀλλ' ἐκ τῶν φαινομένων σημείων ἐπὶ τὸ ἀόρατον ποδηγούμενοι κράτος, περισσῶς ἐθαύμαζον τῆς ἑκουσίου πτωχείας τὸ παράδοξον 21, καὶ ἐκ τῶν ἐπιτελουμένων λόγων ὑπὲρ λόγον θαυμάτων φωτιζόμενοι τὴν διάνοιαν, καὶ τὸ τῆς κυριότητος ἐξουσιαστικὸν παιδευόμενοι, σφοδρώτερον τὴν φιλάνθρωπον ἐνανθρώπησιν ὑπέφριττον, καὶ τὴν δι' ἁφῆς τῶν κρασπέδων ἐπιδιδομένην τῶν ἰαμάτων φορὰν ἐνο ρῶντες, τὸν ἀνεμποδίστως ἐνεργοῦντα καὶ ἐμβλύζοντα ἐκ τοῦ ἰδίου θησαυροῦ τὰς ἐπικουρίας προσεκύνουν θεὸν, καὶ τὴν τῶν νεκρῶν ἀνάστασιν κατανοοῦντες τὴν μετὰ τῶν θνητῶν συνδιατριβὴν τοῦ θανάτου ὑπερβαλλόντως ἐξεπλήττοντο.