Homilia christologica in Lazarum
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-antiochiensis" aria-label="More works by Eustathius Antiochiensis">
—
⋯
Original / primary: Pg Scrape Grc
22.1
Ὅθεν στοργῇ τὸν φόβον κεράσασαι, εἴχοντο τοῦ ἀκορέστου πόθου, καὶ τὴν διακονίαν τοῦ ἑνὸς καὶ αὐτοῦ ἑνώσει θεοῦ [καὶ] τελείου ἀνθρώπου διειλημμέναι εἰς ἑαυτὰς αἱ ὁμόψυχοι καὶ ὁμόπιστοι, ἡ μὲν τὰ ἀνθρώπινα διὰ τὴν πρὸς ἡμᾶς συγκατάβασιν ἐλειτούργει, ἡ δὲ τὴν θεοτερπῆ καὶ εὐωδεστάτην ὡς κάρπωμα προσῆγεν σπουδὴν, μύρον ἐπιχέουσα ὡς ἐπὶ θυσιαστηρίῳ τῷ ζωηφόρῳ αὐτοῦ ναῷ. Καὶ τοῦτο οὐ παρέργως ἀλλ' ἐπιμελῶς καταφιλοῦσα, καὶ τῷ ἐκ φύσεως περιβολαίῳ ἐκμάσσουσα τὸ ἁγίασμα, στέφανον δόξης τῇ οἰκείᾳ περιέθηκεν κεφαλῇ, οὐκ ἐξ ὑλῆς φθαρτῆς καὶ γεώδους συγκείμενον, ἀλλὰ τῆς θεϊκῆς λαμπρότητος τὰς μαρμαρυγὰς ἀπαστράπτοντα.