Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Homilia christologica in Lazarum
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-antiochiensis" aria-label="More works by Eustathius Antiochiensis"> —
⋯
More
Original / primary: Pg Scrape Grc
23.1
Εἰ τοίνυν κατὰ Μωϋσέα «πᾶς ὁ ἁπτόμενος τοῦ θυσιαστηρίου ἁγιασθήσεται,» τί ἄν τις εἴποι περὶ τῆς ἁψαμένης αὐτοῦ τοῦ Κυρίου τοῦ θυσιαστηρίου, ποίοις λόγοις κατακοσμήσομεν τῶν ἀδελφῶν τούτων τὴν ὁμόπνοιαν; Ναὶ, τούτων τὰ ἔργα νικᾷ πάντα ἐπαινόν. Ἀρκεῖ σοι, Μάρθα, ἡ τοῦ Χριστοῦ ὁμολογία εἰς στέφανον δόξης· ἀρκεῖ σοι, Λάζαρε, τὸ φίλον Χριστοῦ κληθῆναι εἰς περιουσίαν δόξης· ἐξαρκεῖ σοι, Μαρία, ἡ παρὰ θεοῦ ψῆφος. «Μαρία γὰρ, φησὶ, τὴν ἀγαθὴν μερίδα ἐξελέξατο, ἥτις οὐκ ἀφαιρεθήσεται ἐξ αὐτῆς·»

Intertext edge

Open linked passage

Note