Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Homilia christologica in Lazarum
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-antiochiensis" aria-label="More works by Eustathius Antiochiensis"> —
⋯
More
Original / primary: Pg Scrape Grc
24.1
Μαρία ἡ φιλήσυχος, ἡ ἰδιότροπος μέλισσα, ἡ παρὰ τοὺς λειμῶνας τῶν θείων θεωρημάτων διϊπτα μένη, ἡ μέτοικος καὶ μετανάστις ἀπὸ τοῦ πεφυρμένου βίου γενομένη καὶ πρὸς τὸν ἀτάραχον καὶ εἰρηνικοῖς πρέποντα βίον θεῖον καταντήσασα. «Ἔνθα αὔρα λεπτὴ καὶ ἐκεῖ Κύριος» κατὰ τὸν χρησμὸν Ἡλίου· ἐξ οὗ πηγάζει γνῶσις θείων τε καὶ ἀνθρωπίνων πραγμάτων, καθὼς γέγραπται ὅτι «σχολάσατε καὶ γνῶτε ὅτι ἐγώ εἰμι ὁ θεός·» ἡ ἀκέραιος περιστερὰ, ἡ ἀναλαβοῦσα ἠρέμα τὰς πτέρυγας καὶ πρὸς τὸν ἤρεμον καὶ εὐδαίμονα τῆς γαλήνης λιμένα καταπαύσασα, δι' ἧς ἐμυήθη τὰ προφήταις καὶ δικαίοις ἐπιθύμητα. Ἰακὼβ ἀποδράσας λόγχην εὐτάραχον ἐν εὐκαιρίᾳ θεοῦ ἐπέτυχεν, καὶ στήλην μνημοσύνου, ὡς πολλάκις εἴρηται, ἤλειψεν· καὶ Μαρία πορρωτάτω διαζευχθεῖσα μιγάδων λογισμῶν καὶ συγκλύδων ἀποδρομῆς τραχυνόντων πως [τὸ] διανοίας τε καὶ νοῦ διειδέστατον κέλλιον, ἀθόλωτος θεοῦ μακαρισμῶν ἤκουσεν, καὶ τὸν ἀκράτητον κρατῆσαι διὰ σαρκὸς ἠξιώθη.

Intertext edge

Open linked passage

Note