Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Homilia christologica in Lazarum
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-antiochiensis" aria-label="More works by Eustathius Antiochiensis"> —
⋯
More
Original / primary: Pg Scrape Grc
25.1
Ἀλλ' ἐπιπηδᾷ τῷ λόγῳ ὁ ἐν τυφλώσει Ἰουδαῖος καί φησι· μὴ βλασφήμει, χριστιανὲ, γέγραπται γάρ· «οὐδεὶς ὄψεταί μου τὸ πρόσωπον καὶ ζήσεται, λέγει Κύριος.» Μενοῦν γε, ὦ ἄφρων, ἐν τῷ σῷ νόμῳ γέγραπται ὅτι εἶπεν Ἰακώβ· «εἶδον θεὸν πρόσωπον πρὸς πρόσωπον, καὶ ἐσώθη μου ἡ ψυχή·» ζωὴ γὰρ ἀνθρώπου ὅρασις. Καὶ τούτων οὕτως ἐχόντων, οὔτε τὸν σὸν ἀκυρώσω, οὔτε τὸν ἐμὸν ἀμάρτυρον ἐάσω λόγον· οὐσίαν γὰρ θεοῦ κατανοῆσαι ἀδύνατον καὶ ἀμήχανον, θεὸν [δὲ] γνωρισθῆναι ἀνθρώποις ῥᾴδιον αὐτῷ τῷ πάντα δυναμένῳ καὶ τοῖς ἀξίοις ἑαυτὸν ἐμφανίζοντι ὡς βούλεται, γέγραπται γάρ· «ἐγὼ ἐπλήθυνα ὁράσεις καὶ ἐν χερσὶ τῶν προφητῶν ὡμοιώθην.»

Intertext edge

Open linked passage

Note