Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Homilia christologica in Lazarum
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-antiochiensis" aria-label="More works by Eustathius Antiochiensis"> —
⋯
More
Original / primary: Pg Scrape Grc
26.1
Εἶδεν τοιγαροῦν θεὸν ὁ Ἰακὼβ, καὶ οὐκ ἐψεύσατο, εἶδεν δὲ ὡς ὁ ὀφθεὶς ηὐδόκησεν ὀφθῆναι· οἶδεν γὰρ θεὸς ἑαυτὸν ἐμφανίζειν [ὡς] βούλεται καὶ τὸ κώλυον αὐτὸν καὶ διεῖργον τὸ κατὰ γνώμην οὐκ ἔστιν, κἂν μὴ χωροῦσιν οὔτε οἱ ἀνώτατοι φέρειν αὐτοῦ τὴν εἰς ἄκρον δόξαν· οὕτω καὶ Μαρία εἶδεν θεὸν ἐνανθρωπήσαντα ἀτρέπτως καὶ ἐπὶ τὸν ἅγιον καὶ συμπροσκύνητον αὐτοῦ ναὸν σπονδὴν εὐωδίας ἔσπεισεν τουτ' ἔστιν αὐτὸ ἐφ' ἑαυτῷ, ἀμέριστος γὰρ ἡ ἕνωσις καὶ ἀσύγχυτον τὸ τῆς εὐσεβείας μυστήριον καὶ ἀδιαίρετος ἡ εἰς τὸν ἕνα τῆς Τριάδος Κύριον Ἰησοῦν Χριστὸν ὁμολογία.

Intertext edge

Open linked passage

Note