Homilia christologica in Lazarum
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-antiochiensis" aria-label="More works by Eustathius Antiochiensis">
—
⋯
Original / primary: Pg Scrape Grc
27.1
Σὺ δὲ, ὦ ἀγαπητὲ, μὴ ξενίζου ἀκούων ξένον τι καὶ ἀπηχὲς παρὰ τῶν ξένων τῆς ἀληθείας· ἀδελφοὶ γάρ εἰσι τοῦ τυφλοῦ καὶ προδότου Ἰοῦδα, ἐπιμεμψαμένου ἀφρόνως τὴν θεά ρεστον τοιαύτην πρόθεσιν ἐν τῷ δείπνῳ. Ἀλλὰ τί πρὸς τοῦτον ἡ ἀδέκαστος ψῆφος; Τὸν μὲν Ἰοῦδαν ἐξελέγχει ὡς κλέπτην, τὴν δὲ ἀποδέχεται ὡς φιλόθεον, καὶ εὐεργεσίαν τὸ τελούμενον ἀναγορεύει καὶ τοῖς ἐπιφερομένοις ἀντιπαρατάττεται, καί φησι καὶ ταῦτα διὰ Ματθαίου τοῦ εὐαγγελιστοῦ· «τί κόπους παρέχετε τῇ γυναικί· ἔργον γὰρ καλὸν εἰργάσατο εἰς ἐμέ.» Καὶ ἀντιταλαντεύω τῇ ἀγαπήσει τῆς τοιαύτης ἐργασίας τὴν αἰώνιον μνήμην· «ὅπου γὰρ ἂν κηρυχθῇ τὸ εὐαγγέλιον τοῦτο τῆς βασιλείας ἐν ὅλῳ τῷ κόσμῳ λαληθήσεται καὶ ὃ ἐποίησεν αὕτη εἰς μνημόσυνον αὐτῆς.»