Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Homilia christologica in Lazarum
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-antiochiensis" aria-label="More works by Eustathius Antiochiensis"> —
⋯
More
Original / primary: Pg Scrape Grc
28.1
Καὶ ἄξιον τῆς σπορᾶς καὶ τὸ θέρος τῆς Μαρίας, ἐπαξία τῆς ἀγαθῆς προθέσεως καὶ ἡ ἐπικαρπία· ἐτάχυνεν πληρῶσαι τὴν γραφὴν, προκατελείφθη ὑπὸ τῆς καταστεφούσης θείας χάριτος· ἔμαθεν τὰ ἐν προφήταις ᾀδόμενα, ἐπέγνω καὶ τῆς προφητείας τὴν εὔκαιρον ἔκβασιν· ἤκουσε Σολομῶντος ᾄδοντος ὡς «οὗ ὁ βασιλεὺς ἐν ἀνακλίσει αὐτοῦ, νάρδος ἔδωκεν ὀσμήν·» καὶ συνῆκεν τὸν ὑπὸ οἰκέτου βασιλέως προμηνυθέντα βασιλέα τῶν βασιλευόντων καὶ κύριον τῶν κυριευόντων· 29 ὅθεν μηδὲν μελλήσασα ἔργον, τὴν μάθησιν ἐξετέλεσεν, καὶ τῷ ἀνενδεεῖ τὰ προκεχρηματισμένα προσκομίσασα, τὴν εὐκλεῆ καὶ ἀπαραλόγιστον ἀπηνέγκατο ψῆφον· μεθ' ἧς γένοιτο πάντας ἡμᾶς ἕνα καὶ τὸν αὐτὸν γινώσκειν καὶ προσκυνοῦντας Κύριον πρὸ αἰώνων συναιδίως τε καὶ συνανάρχως ἀφραστῶς τε καὶ ἀρρεύστως ἐκ Πατρὸς τουτ' ἔστιν ἐκ τῆς ἀκτίστου οὐσίας γεννηθέντα, καὶ ἐπ' ἐσχάτων ἐκ τῆς ἀχράντου παρθένου ἀμεταβλήτως καὶ ἀσυγχύτως ὑπὲρ ἔννοιαν καὶ λόγον σαρκωθέντα, τυχεῖν τοῦ παρ' αὐτοῦ μακαρισμοῦ ἐν ἐλέει καὶ ζωῇ τῇ ἀπεράντῳ ὅτι αὐτῷ ἡ δόξα σὺν Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι εἰς τοὺς ἀγηράντους αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Intertext edge

Open linked passage

Note