Homilia christologica in Lazarum
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-antiochiensis" aria-label="More works by Eustathius Antiochiensis">
—
⋯
Original / primary: Pg Scrape Grc
2.1
Καλῶς ὁ τῆς ἀληθείας τρόφιμος τὸν πρὸ βραχέος εἱρκτῇ ᾅδου πεπεδημένον, ἐκπηδήσαντα καὶ τοὺς τοῦ θανάτου δεσμοὺς ταῖς τοῦ θανάτου τροπαῖς διαγελάσαντα, τῶν σπαργάνων ἀξένων ἀπολυθέντα, εἰς μέσον αὖθις παρήγαγεν καὶ πάντας τοὺς συνεσθίοντας παραδραμὼν, τοῦτον ἐξ ὀνόματος ἀπηρίθμησεν· σκοπὸς γὰρ τῷ εὐαγγελιστῇ, οὐκ ἐν προσώπων ἐνδόξων συνδιατρίβαις καὶ συνεστιάσεσι κατακαλλῦναι τὸν εὐαγγελιζόμενον δι' αὐτοῦ, οὐδὲ κεχαρισμένα διαγορεῦσαι, ἀλλ' ἐξ οἰκείων ἔργων πᾶσι γνωστὸν τὸν θαυματουργὸν καταστῆσαι θεόν.