Homilia christologica in Lazarum
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-antiochiensis" aria-label="More works by Eustathius Antiochiensis">
—
⋯
Original / primary: Pg Scrape Grc
3.1
Ἔργον δὲ ἄρα ἦν Χριστοῦ, καὶ ἔργων τὸ μέγιστον ἡ τοῦ ἐκλελυμένου καὶ εἰς φθορὰν κεχωνευμένου Λαζάρου ἔγερσις. Διά τοι τοῦτο καὶ συνδειπνοῦντα τῷ Κυρίῳ δείκνυσι, καὶ ἀφαντασίαστον τὸ θαῦμα δημοσιεύει τῇ οἰκουμένῃ, καὶ εὐωχίαν ποιεῖται τὸ παράδοξον τὸ τῆς λαμπρᾶς ἐκείνης εὐωχίας, ἐν ᾗ ὡς πρώϊμον ξένιον Λάζαρος προύκειτο πνευματικὴ τροφὴ τοῖς δαιτυμόσι, τὸ τοῦ παραδόξου ἐκείνου δείπνου ἐν ᾧ ἡδονὴ γαστρὸς ἐπεσχέθη καὶ εὐωχήθησαν ψυχαὶ ἀνακειμένων, τὸ τῆς παραδόξου ἐκείνης χαρμονῆς ἐν ᾗ ὁ τῇ φθορᾷ τραπεζοποιηθεὶς, ἀνθρώπων ζώντων αὖθις ἐγένετο τράπεζα θαυμάτων ἀνάπλεως.