Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Homilia christologica in Lazarum
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-antiochiensis" aria-label="More works by Eustathius Antiochiensis"> —
⋯
More
Original / primary: Pg Scrape Grc
4.1
Ἔπρεπε γὰρ τῷ πάντα εὐπόρῳ καὶ ἐκ θελήματος ὡς ἐκ πηγῆς ἀενάου ἀναβλύζοντι τὰ ἀγαθὰ, ὑπὸ στέγην πτωχῶν εἰσεληλυθότι, προσθεῖναι τοῖς πενιχροῖς τὰ πλούσια, καθάπερ καὶ τοῖς ἐν Κανὰ Γαλιλαίας τὴν ἀγεώργητον οἰνοχοΐαν, καὶ τὸν ἀπόλυτον ἐκεῖνον εὐκαίρως εἰς μέσον ἀγαγεῖν καὶ ὡς παράδεισον πανδαισίας εὐωχοῦντά τε καὶ εὐωχούμενον διανοῖξαι τοῖς παισίν· ἐν ᾧ οὐκ ὀσμὴ φθορᾶς ἐφαίνετο· μετέλαβεν γὰρ διὰ τῆς θείας κλήσεως τῆς ἀφθάρτου εὐωδίας· οὐδ' αὖ λώβη μελῶν ἐδείκνυτο· δημιουργὸς γὰρ ἦν ὁ παροστάξει ἀναπλάσας ἀλλ' οὐδὲ μικρόν τι ἢ μέγα ὅπερ ἀλλοίωσιν τοῖς καταβιβαζομένοις διαχαρακτηρίζει, ἀλλ' ἦν ἀκέραιον τὸ ἄγαλμα πάντοθεν ἄρτιον καὶ εὐειδὲς ἄχρι τριχός.

Intertext edge

Open linked passage

Note