Homilia christologica in Lazarum
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-antiochiensis" aria-label="More works by Eustathius Antiochiensis">
—
⋯
Original / primary: Pg Scrape Grc
6.1
Ἐπιποθῶν δὲ τὴν ἡμετέραν σωτηρίαν, κέκραγεν ἀλλαχοῦ λέγων· «πῦρ ἦλθον βαλεῖν εἰς τὴν γῆν,» ὁ θελητὴς ἐλέους, ὁ διψῶν τὸ διψᾶσθαι, ὁ καθ' ἑαυτοῦ ὀμόσας «μὴ βούλεσθαι τὸν θάνατον τοῦ ἁμαρτωλοῦ ὡς τὸ ἐπιστρέφειν καὶ ζῆν αὐτόν·» πῦρ ἦλθεν βαλεῖν ὁ σωτὴρ ἐπὶ τὴν γῆν ἣν ἰδίαις χερσὶν ἔπλασεν καὶ ἡγίασεν τῷ θείῳ ἐμφυσήματι· πῦρ ἦλθεν βαλεῖν ὁ σωτὴρ ἐπ' αὐτὴν καὶ ἀναζωπυρῆσαι τὸ αὐτεξούσιον αὐτῆς ᾧ ἐτιμήθη παρ' αὐτοῦ ἐξ ἀρχῆς, ὃ ἀφεῖλεν ἐξ αὐτῆς καὶ κατεδούλωσεν ἐν πάθεσιν ἀτιμίας ὁ τῆς κακίας καὶ ἀπάτης εὑρετής· πῦρ ἦλθεν βαλεῖν ὁ σωτὴρ ἐπ' αὐτὴν, πῦρ ἐκεῖνο τὸ φωτιστικὸν, τὸ ζωοποιὸν, τὸ τῆς θεογνωσίας πῦρ, τὸ τῶν ἀκανθῶν τῆς ἀσεβείας δαπανητικὸν, τὸ τῶν εὐσεβῶν σπερμάτων αὐξητικὸν, τὸ τῶν παρὰ φύσιν τμητικὸν καὶ ἐκριζωτικὸν, καὶ τῶν κατὰ φύσιν ἀγαθῶν φυτουργικὸν καὶ γεωργικὸν, ἵνα ὥσπερ ἑκουσίως τῇ ἀπάτῃ συναπήχθη καὶ τὸν προμεμαρτυρημένον ἐκ παρακοῆς θάνατον αὐθαιρέτως ἐπεσπάσατο ὁ ἄνθρωπος, οὕτως αὖθις ἐκνίψας τῆς καρώσεως ἐπιγνῷ τὸ δέον, καὶ θεῷ διὰ τῆς ἐξαγορεύσεως καὶ τῆς πρὸς αὐτὸν νεύσεως προσοικειωθῇ.