Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Homilia christologica in Lazarum
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-antiochiensis" aria-label="More works by Eustathius Antiochiensis"> —
⋯
More
Original / primary: Pg Scrape Grc
7.1
Τοῦτο τὸ θεῖον καὶ φωτιστικὸν πῦρ ἀνῆψεν καὶ ἀνεπύρσευσεν πρὸς τὴν τῶν Ἰουδαίων σωτηρίαν καὶ ἐν Λαζάρῳ ὁ Κύριος, ὡς ἀξίαν πίστεως αἴσθησιν παρέχων αὐτοῖς εἰς τὸ σῴζεσθαι. Τοῖς γὰρ ἀπίστοις ἀεὶ τὰ σημεῖα καὶ οὐ τοῖς πιστεύουσιν δίδοται σωτηρίας ἀφορμή. Ἀντιλεγόντων γὰρ αὐτῶν καὶ ἀντιμαχομένων τῇ ἀληθείᾳ, διὰ τῶν θεοδυνάμων ἔργων ἑαυτὸν ἐνεφάνιζεν θεὸν εἶναι ἀναντιρρήτως, ὥς που αὐτός φησιν· «εἰ ἐμὲ οὐ πιστεύετε, τοῖς ἔργοις μου πιστεύσατε, ἵνα γνῶτε ὅτι ἐν ἐμοὶ ὁ Πατὴρ κᾀγὼ ἐν τῷ Πατρί·» τοῦτ' ἔστιν ὡς ἀπαύγασμα ἡλίου ἐν ἡλίῳ καὶ ὡς ὁ ἥλιος ἐν ἀκτῖνι ἀμερίστως καὶ ἀπαραλλάκτως διὰ τὸ ὁμοούσιον καὶ αὐτοσθενές· καὶ ἑτέρωθι· «ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν Πατέρα·» καθάπερ ἐν τῷ καρπῷ τὸ δένδρον ἐπιγινώσκεται· καὶ ἀλλαχοῦ· «ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν·» τὸ ἰσότιμον καὶ ἰσοδύναμον ὑπερδεικνύων· ἀλλ' ἐπὶ τὸ προκείμενον ἐπανέλθωμεν.

Intertext edge

Open linked passage

Note