Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Homilia christologica in Lazarum
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-antiochiensis" aria-label="More works by Eustathius Antiochiensis"> —
⋯
More
Original / primary: Pg Scrape Grc
8.1
«Ἐποίησαν αὐτῷ, φησὶν, δεῖπνον· ὁ δὲ Λάζαρος εἷς ἦν τῶν ἀνακειμένων αὐτῷ·» μεγαλοπρεπῶς ἄγαν πρὸς πίστωσιν ἀληθινὴν τῆς ἀφαντασιάστου ἀναστάσεως τοῦ σεσωσμένου· οὕτω γὰρ καὶ αὐτὸς ὁ Κύριος μετὰ τὴν σωτήριον αὐτοῦ ἀνάστασιν ἐνεφάνιζεν ἑαυτὸν τοῖς γνησίοις αὐτοῦ μαθηταῖς, λαβὼν καὶ φαγὼν ἐν ὀφθαλμοῖς αὐτῶν νόμῳ φύσεως ἀνθρώπων. Διὰ τοῦτο καὶ νῦν ὁ τῷ δεσποτικῷ προστάγματι φύσεως καὶ θανάτου νόμον νικήσας, οὗτος τῷ δεσπότῃ συνεδείπνει, ὁ ἀναστὰς τῷ ἀναστήσαντι συνευφραίνετο, ὁ πηλὸς τῷ πλαστουργῷ συνανέκειτο, ὁ τὸ σκότος ἀποδράσας τῷ φωτὶ συνεώρταζεν, ὁ ἐν δεσμοῖς ἐφαλλόμενος τῷ λύοντι πεπεδημένους ἐν ἀνδρείᾳ συνέχαιρεν, ὁ ἐν αὐταῖς ταῖς ἡνίαις τοῦ θανάτου, λέγω δὴ τοῖς σπαργάνοις, τὸν ᾅδην ῥοιζήματι εὐτόνως ἀπατήσας τῷ ἐγείραντι Κυρίῳ συνειστιᾶτο.

Intertext edge

Open linked passage

Note