Homilia christologica in Lazarum
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-antiochiensis" aria-label="More works by Eustathius Antiochiensis">
—
⋯
Original / primary: Pg Scrape Grc
9.1
Ἀλλ' ἐρῶ πρὸς σέ· διάνοιξον ἡμῖν, ὦ θεία κεφαλὴ, Ἰωάννη, τὰς ἱεράς σου πλάκας· ἀδυνατοῦμεν γὰρ περιδράξασθαι τὸ ἀχανὲς βάθος τοῦ θαύματος. Ναὶ, φησὶν, συνανέκειτο τῷ Ἰησοῦ Λάζαρος, ὁ παλαιὸς καὶ νέος ἄνθρωπος, ὃν ἐκάλεσεν ἐκ τῆς φθορᾶς διὰ λόγου ζῶντος καὶ παντοδυνάμου εἰς ζωήν· συνανέκειτο ὁ νεοπαγὴς ὡσεὶ τίτθῃ τῷ νεὰν γέννησιν ἀνθρώπων ἐν προστάγματι ἀναδείξαντι· νόμος γὰρ τοῖς Ἰουδαίων γεννήμασι ταῖς λεχοῦσι συνανακεῖσθαι ἐμπιμπλαμέναις χαρᾶς. «Ἡ γὰρ γυνὴ ὅταν τίκτῃ λύπην ἔχει ὅτι ἦλθεν ἡ ὥρα αὐτῆς· ὅταν δὲ γεννήσῃ τὸ παιδίον οὐκέτι μνημονεύει τῆς θλίψεως διὰ τὴν χαρὰν ὅτι ἄνθρωπος ἐγεννήθη εἰς τὸν κόσμον.»