In Genesim de creatione
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-antiochiensis" aria-label="More works by Eustathius Antiochiensis">
—
⋯
Original / primary: Pg Scrape Grc
85.1
Καὶ γὰρ ἐκ πολλῶν τρόπων ἔστι διαγνῶναι, φησὶν ὁ Πατὴρ, τούτων τῶν ζῴων καὶ πετεινῶν τὸ διάφορόν τε καὶ ἀνόμοιον· πρῶτον διὰ τοῦ εἰπεῖν καὶ ἔπλασε κύριος ὁ Θεὸς ἐκ τῆς γῆς ἔτι· οὐ γὰρ εὑρίσκομεν πλάσμα Θεοῦ εἶναι εἰ μὴ τὸν ἄνθρωπον· πάλιν καὶ διὰ τοῦ λέγειν τὸ ἔτι, δείκνυσιν ἡ γραφὴ ἔτερά τινα ἐνταῦθα ζῷα προφητεύεσθαι καὶ πετεινὰ παρὰ τὰ πρότερα οὔτε γὰρ γέγραπται τὰ πρῶτα πετεινὰ ἐκ γῆς γενόμενα, ἀλλ' ἐξ ὑδάτων· ταῦτα δὲ ἐκ γῆς ἐγένοντο, μᾶλλον δὲ ἐπλάσθησαν ἰδιοχείρως παρὰ Θεοῦ καὶ οὐ κατὰ πρόσταξιν. Ὡσαύτως καὶ διὰ τοῦ λέγειν πάντα τὰ πετεινὰ καὶ πάντα τὰ θηρία νῦν ὑπὸ Θεοῦ πλασθῆναι οὐ δίδωσι ἡμῖν χώραν τοῦ ὅλως εἰπεῖν ὅτι μὲν ἐγένοντο πρότερον, μέρος δὲ νῦν ὅθεν οὔτε περὶ σπερμοφάγου βρώσεως ἐν τούτοις τι διακελεύεται ὁ Θεός· τὰ γὰρ εἰς παράδεισον εἰσερχόμενα οὐ χόρτον ἐσθίει, ἀλλὰ πᾶν ξύλον ὡραῖον εἰς ὅρασιν καὶ καλὸν εἰς βρῶσιν καὶ πρό γε πάντων ἐκ τοῦ ξύλου τῆς ζωῆς Χριστοῦ τοῦ ζωοποιοῦντος καὶ ταῦτα τὰ ζῷα ἔστιν εἰπεῖν ὅτι ἔθνη εἰσὶ ταῦτα τὰ θηρία τὰ ἐν τῇ Ἐκκλησίᾳ ὑπὸ Θεοῦ συναχθέντα ἢ ὅτι ἱππὼν καὶ συβόσιον καὶ καμηλοστάσιον καὶ οἰοτρόφυον (...) σήμερον ὁ παράδεισος ὑπάρχει.