In Genesim de creatione
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-antiochiensis" aria-label="More works by Eustathius Antiochiensis">
—
⋯
Original / primary: Pg Scrape Grc
86.1
Οὐχ οὕτως, ὦ φιλόσοφε, ἀλλ' ἢ τὸ εἰπεῖν τὸν Θεόν· ἀρχέτωσαν πάσης τῆς γῆς, καὶ τὸ· κατακυριευσάτωσαν αὐτῆς καὶ πάντων τῶν ἐν αὐτῇ, τοῦτο τὸ κύριόν ἐστι τοῦ ποιῆσαι τὸν ἄνθρωπο κατ' εἰκόνα Θεοῦ καὶ ἄρχειν αὐτὸν πάσης τῆς γῆς. Ἐπείπερ, ὡς ἄρχει ὁ Θεὸς ἁπάσης τῆς γῆς καὶ τῶν ἐν αὐτῇ πάντων, οὕτω καὶ τὸν ἄνθρωπον δεύτερον ἄρχοντα πάσης τῆς γῆς καὶ τῶν ἐν αὐτῇ κατέστησε, τοῦτο εἶναι τὸ κατ' εἰκόνα Θεοῦ καὶ καθ' ὁμοίωσιν γενέσθαι τὸν ἄνθρωπόν φημι. 87 Καὶ εἶπεν ὁ Θεός· ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν καὶ καθ' ὁμοίωσιν. Ἀλλὰ πρὸς τίνα ἔφη· ζητήσωμεν, φιλόσοφε; ἐν τῷ γὰρ εἰπεῖν· καὶ εἶπεν ὁ Θεός· ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν καὶ καθ' ὁμοίωσιν, ζήτημα ἐνέβαλε νοῆσαι ἡμᾶς, πρὸς τίνα ἔλεγε τὸ ποιήσωμεν· εἰπὼν γὰρ· καὶ εἶπεν ὁ Θεός· ποιήσωμεν ἄνθρωπον, ἐπήγαγε λέγων· καὶ ἐποίησεν ὁ Θεὸς τὸν ἄνθρωπον, κατ' εἰκόνα Θεοῦ ἐποίησεν αὐτὸν, ἄρρεν καὶ θῆλυ ἐποίησε αὐτούς. Ἡ οὖν τοῦ ποιήσωμεν σημασία τὸ εἶναι πρόσωπον συνδημιουργὸν σημαίνει καὶ συνισοπροσήγορον εἰσάγει. Ὡς γὰρ Θεὸς ὁ Πατήρ ἐστιν ὁ εἰπών· ποιήσωμεν ἄνθρωπον, οὕτω Θεός ἐστι καὶ πρὸς ὃν τὸ ποιήσωμεν εἴρηκε, μιᾶς οὔσης τῆς τῶν ἀμφοτέρων προσώπων θεότητος, τοῦ τε εἰπόντος· ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν καὶ καθ' ὁμοίωσιν, καὶ τοῦ ποιήσαντος τὸν ἄνθρωπον. Τὸ γὰρ ποιήσωμεν τὸ πανάγιον καὶ ἀπαράλλακτον τῆς τοῦ Πατρὸς καὶ Υἱοῦ θεότητος παρίστησιν ἡ φωνή· ἡ γὰρ τοῦ Θεοῦ εἰκὼν ἁπλῆ καὶ ἀσύνθετός ἐστι, πῦρ οὖσα τῇ φύσει.