In inscriptione titulorum
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-antiochiensis" aria-label="More works by Eustathius Antiochiensis">
—
⋯
Original / primary: Pg Scrape Grc
7.1
Φαίνεται τοίνυν ὅτι διττὰς ὑποτίθεται στηλῶν ἰδέας· οὐ γὰρ ἂν τὴν τοῦ Ἰακὼβ ἀποδεχόμενος εὐφήμως, ἐπετίμα τὰς τῶν ἐναντίων ὡς ἀσεβῶς ἱδρυμένας· ἀλλ' ἐκεῖναι μὲν εἰδωλολατρείας ἐκτυποῦσι φάσματα δαιμονιώδη κακοδόξως· ἡ δὲ τοῦ προπάτορος Ἰακὼβ, οὐ τὴν αὐτὴν ἐκείναις ἐμφαίνει πραγματείαν· ὁ γάρ τοι δίκαιος ἀνὴρ, ἐνηχηθεὶς ἁγίῳ Πνεύματι, πρῶτον μὲν αὐτὸ τὸ σωματικὸν εἶδος ὁρᾷ τοῦ Χριστοῦ προαναζωγραφούμενον ἐναργῶς, ὅπερ ἐστὶν ὁρατὸν καὶ τοπικῆς ἐχόμενον περιγραφῆς· δεύτερον δὲ καὶ τὸ νικηφόρον τοῦ σταυροῦ τρόπαιον, κλίμακι προσεμφερῶς ἀπεικαζόμενον, ἱστορεῖ. Τούτῳ γὰρ καὶ ἐπεστηρίχθη μετεώρως ἑλκύσας ἅπαντας πρὸς ἑαυτόν. Ἔστι γοῦν ἐννοοῦντας ἰδεῖν ὅπως ὀνόματι μὲν αὐτὰ τὰ τῶν πειρασμῶν πάθη κλιμακτῆρας ἔσθ' ὅτε κικλήσκουσί τινες ἀμφικρήμνους ἀναβάσεις ὑπεμφαίνοντα καὶ καταβάσεις, σχήματι δὲ τῷ σταυρῷ προσέοικεν ὀλίγως πως ἡ κλῖμαξ, ὀρθίοις τε καὶ πλαγίοις ἁρμοσθεῖσα ξύλοις. Ὡς οὖν ἱστόρησε τὴν τοιαύτην ὀπτασίαν, τὸν λίθον ἄρας, ἐφ' ᾧ τὴν κεφαλὴν ἀνακλίνας ἡσύχασεν, ἔστησε μὲν αὐτὸν εἰς στήλην ὑπόμνημα τῆς ἱστορίας, εἰκόνα δὲ τοῦ φανέντος αὐτῷ προσώπου χαρακτηρίζων, ἐν ᾧ μνήμης ἀνανέωσιν ἵδρυσεν, οἶκον δὲ Θεοῦ προσειπὼν αὐτὸν, ᾐνίττετο τὸν τοῦ Θεοῦ Λόγου ναὸν ὡς καὶ αὐτὸς ἐξέφηνεν ὁ τοῦ Παντοκράτορος Υἱός· λύσατε τὸν ναὸν τοῦτον καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν. Ἤδη δὲ καὶ πύλην ὠνόμασεν οὐρανοῦ τὸν αὐτὸν, ἐπειδὴ διὰ τῆς τοῦ Χριστοῦ ναουργίας τὸ σῶμά τε καὶ ψυχὴν καθαριζόμενοι, τῇ θείᾳ δυνάμεθα προσιέναι φύσει. Τοιγαροῦν οὐδὲ τὸ ἔλαιον ἀργῶς ἐπὶ τὸ ἄκρον ἐπέχεε τῆς στήλης· ἀλλὰ τοῦτο μὲν ἐκείνου δηλωτικὸν ἦν οὗ διεπράττετο σπουδαίως ἡ Μαρία, μύρον ἐξ ἄκρων ἐπιχέουσα τοῖς τοῦ Χριστοῦ ποσίν· αὐτὸ δὲ πάλιν ἐτύγχανεν ἐκεῖνο μήνυμα τῆς ταφῆς, ὡς αὐτὸς ἐσαφήνισεν ἀναφανδὸν ὁ Κύριος· ὁ δὲ λίθος οὗτος εἰκονίζει τὸν ἀκρογωνιαῖον ἐκεῖνον λίθον, ὃν ἀπεδοκίμασαν μὲν οἰ οἰκοδομοῦντες, εἰς γωνίας δὲ κεφαλὴν ἐγένετο.