Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
In inscriptione titulorum
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-antiochiensis" aria-label="More works by Eustathius Antiochiensis"> —
⋯
More
Original / primary: Pg Scrape Grc
8.1
Δύο ἔθνη καὶ δύο λαοὺς αἱ θεῖαι δηλοῦσι γραφαί. Καὶ τούτου μάρτυς Μωϋσῆς· ἐν τῇ κοσμοποιΐᾳ γοῦν τὸν τῆς Ῥεβέκκας διηγούμενος βίον, λέγει μὲν ὅπως ἐπορεύθη πυθέσθαι παρὰ Κυρίου περὶ ὧν εἶχε συλλαβοῦσα. Τηνικαῦτα δέ φησι· ὁ Κύριος εἶπεν αὐτῇ· δύο ἔθνη ἐν τῇ γαστρί σού εἰσιν, καὶ δύο λαοὶ ἐκ τῆς κοιλίας σου διασταλήσονται, καὶ λαὸς λαοῦ ὑπερέξει, καὶ ὁ μείζων δουλεύσει τῷ ἐλάσσονι. Πολλὰ μὲν γὰρ ἔθνη καὶ πολλοὶ τυγχάνουσι λαοὶ, δύο δὲ τούτους ἐξαιρέτως ὀνομάζουσι λαοὺς, οἳ τὸ δόγμα τῆς εὐσεβείας ἐγχειρισθῆναι κατηξιώθησαν,– οὔτε δὲ σχισμάτων, οὔτε αἱρέσεων, οὔτε ἐναριθμίων μέμνηται– ἀλλὰ δύο μέν εἰσι λαοὶ πολλαχοῦ γῆς ἐκτεταμένοι, Χριστιανῶν τε καὶ Ἰουδαίων. Ὁ δὲ μείζων τοῖς χρόνοις αὐχῶν εἶναι, λειπόμενος ἀρετῇ δουλεύσει τῷ νεωτέρῳ· δουλεύσεται γὰρ ἄφρων, ἔφη, φρονίμῳ.

Intertext edge

Open linked passage

Note