Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Oratio in illud Dominus creavit me initium viarum suarum
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-antiochiensis" aria-label="More works by Eustathius Antiochiensis"> —
⋯
More
Original / primary: Pg Scrape Grc
21.1
Οὐ γὰρ εἶπεν ὁ Παῦλος συμμόρφους τοῦ Υἱοῦ τοῦ Θεοῦ, ἀλλὰ συμμόρφους τῆς εἰκόνος τοῦ Υἱοῦ αὐτοῦ, ἄλλο μέν τι δεικνύων τὸν Υἱὸν εἶναι, ἄλλο δὲ τὴν εἰκόνα αὐτοῦ. Ὁ μὲν γὰρ Υἱὸς, τὰ θεῖα τῆς πατρῴας ἀρετῆς γνωρίσματα φέρων, εἰκών ἐστι τοῦ Παρτός· ἐπειδὴ καὶ ὅμοιοι ἐξ ὁμοίων γεννώμενοι, εἰκόνες οἱ τικτόμενοι φαίνονται τῶν γεννητόρων ἀληθεῖς. Ὁ δὲ ἄνθρωπος ὃν ἐφόρεσεν, εἰκών ἐστι τοῦ Υἱοῦ, τοῦ καὶ ἐξ ἀνομοίων κηρογραφεῖσθαι χρωμάτων εἰκόνας· καὶ τὰς μὲν εἶναι θέσει χειροτεύκτους, τὰς δὲ φύσει καὶ ὁμοιότητι γεγενημένας. Ἄλλως τε καὶ αὐτὸς ὁ τῆς ἀληθείας τοῦθ' ὑπαγορεύει θεσμός. Οὐ γὰρ τὸ ἀσώματον τῆς Σοφίας Πνεῦμα σύμμορφον τοῖς σωματικοῖς ἀνθρώποις ἐστίν, ἀλλ' ὁ τῷ Πνεύματι σωματοποιηθεὶς ἄνθρωπος χαρακτὴρ, ὁ τοῖς· ἄλλοις ἅπασι ἰσάριθμα μέλη φορῶν, καὶ τὴν ὁμοίαν ἑκάστοις περιβεβλημένος ἰδέαν.

Intertext edge

Open linked passage

Note