Oratio in illud Dominus creavit me initium viarum suarum
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-antiochiensis" aria-label="More works by Eustathius Antiochiensis">
—
⋯
Original / primary: Pg Scrape Grc
23.1
Ἀλλ' ὥσπερ ἐκ τῆς παρθένου τεχθεὶς ὁ ἄνθρωπος ἐκ γυναικὸς λέγεται γεγονέναι, οὕτω δὴ καὶ ὑπὸ νόμον γεγενῆσθαι γράφεται τῷ διὰ τῶν νομικῶν ἔσθ' ὅτε βαδίσαι μηνυμάτων. Ὁπότε μάλιστα παῖδα μὲν αὐτὸν ὄντα ὀκταήμερον προθύμως οἱ γονεῖς περιτέμνειν ἠπείγοντο, καθάπερ ὁ εὐαγγελιστὴς ἐκδίδωσι Λοῦκας. Εἰς δὲ τὸ ἱερὸν ἀνῆγον μετέπειτα παραστῆσαι τῷ Κυρίῳ, τὰς καθαρσίους ἐπιτελοῦντες ἀναφορὰς, τοῦ δοῦναι θυσίαν κατὰ τὸ εἰρημένον ἐν νόμῳ Κυρίου, ζεῦγος τρυγόνων, ἢ δύο νεοσσοὺς περιστερῶν. Εἰ τοίνυν τὰ καθάρσια δῶρα κατὰ τὸν νόμον ὑπὲρ αὐτοῦ προσεφέρετο, καὶ περιτομὴν ὀκταήμερον ἐφόρει, ταύτῃ καὶ ὑπὸ νόμον αὐτὸν οὐκ ἀπεικότως γεγενῆσθαι γράφει. Οὔτε δὲ ὁ Λόγος ὑπέκειτο τῷ νόμῳ, καθάπερ οἱ συκοφάνται δοξάζουσιν αὐτὸς ὢν ὁ νόμος, οὔτε ὁ Θεὸς ἐδεῖτο θυμάτων καθαρσίων, ἀθρόᾳ ῥοπῇ καθαρίζων ἅπαντα, καὶ ἁγιάζων. Ἀλλ' εἰ καὶ ἐκ τῆς παρθένου τὸ ἀνθρώπινον ὄργανον ἀναλαβὼν ἐφόρεσε, καὶ ὑπὸ νόμον ἐγένετο, κατὰ τὰς τῶν πρωτοτόκων ἀξίας καθαρισθεὶς, οὐκ αὐτὸς δεόμενος τῆς τούτων χορηγίας ὑπέμεινε τὰς θεραπείας, ἀλλ' ἵνα τῆς τοῦ νόμου δουλείας ἐξαγοράσῃ τοῦς πεπραμένους τῇ δίκῃ τῆς ἀρᾶς.