Oratio in illud Dominus creavit me initium viarum suarum
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-antiochiensis" aria-label="More works by Eustathius Antiochiensis">
—
⋯
Original / primary: Pg Scrape Grc
25.1
Κύριον δὲ τῆς δόξης αὐτὸν τὸν ἄνθρωπον τὸν σταυρωθέντα σαφῶς ὀνομάζει γράφων· ἐπειδὴ καὶ Κύριον καὶ Χριστὸν ἀνέδειξεν αὐτὸν, καθάπερ οἱ ἀπόστολοι τῷ αἰσθητῷ Ἰσραὴλ ὁμοφρόνως διαλεγόμενοί φασιν· Ἀσφαλῶς οὖν γινωσκέτω πᾶς οἶκος Ἰσραὴλ, ὅτι Κύριον αὐτὸν καὶ Χριστὸν ὁ θεὸς ἐποίησε, τοῦτον τὸν Ἰησοῦν, ὃν ὑμεῖς ἐσταυρώσατε. Τὸν παθόντα τοιγαροῦν Ἰησοῦν Κύριον ἐποίησε, καὶ οὐ τὴν Σοφίαν, οὐδὲ τὸν Λόγον, τὸν ἀνέκαθεν ἔχοντα τῆς δεσποτείας τὸ κράτος, ἀλλὰ τὸν μετέωρον τῷ σταυρῷ προσεκπετάσαντα τὰς χεῖρας.